ἴσων ἐφικτὸν, τῷδε τῷ προκαθημένῳ τῆσδε τῆς στρατιᾶς ἡγεμόνι, ὅν αὐτὸς ὁ πρῶτος καὶ μέγας ἀρχιερεὺς δευτερείοις τῶν τῇδε ἱερείων τιμήσας, ποιμένα τῆς ὑμετέρας ἐνθέου ποίμνης, κλήρῳ καὶ κρίσει τοῦ πατρὸς τὸν ὑμέτερον λαχόντα λαὸν, ὡσὰν θεραπευτὴν
καὶ ὑποφήτην αὐτὸς ἑαυτοῦ κατετάξατο, τὸν νέον Ἀαρὼν ἢ Μελχισεδὲκ, ἀφωμοιωμένον τῷ υἱῷ τοῦ θεοῦ, μένοντά τε καὶ πρὸς αὐτοῦ τηρούμενον εἰς τὸ διηνεκὲς ταῖς κοιναῖς ἁπάντων ὑμῶν εὐχαῖς.
Ecclesiastical History. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.