καὶ πάντα τόπον καὶ χώραν καὶ πόλιν, Ἑλλάδα τε καὶ βάρβαρον, βασιλικῶν οἴκων αὐτοῦ πληροῖ, καὶ θείων ναῶν ἀφιερώμασιν, οἷα τάδε τὰ τοῦδε τοῦ νεὼ περικαλλῆ κοσμήματά τε καὶ ἀναθήματα, ἃ καὶ αὐτὰ σεμνὰ μὲν ὡς ἀληθῶς καὶ μεγάλα, ἐκπλήξεώς τε καὶ
θαύματος ἄξια, καὶ οἷα τῆς τοῦ σωτῆρος ἡμῶν βασιλείας ἐναργῆ δείγματα, ὅτι καὶ νῦν αὐτὸς εἶπε καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν, — τί γὰρ καὶ ἔμελλε τοῦ παμβασιλέως καὶ πανηγεμόνος καὶ αὐτοῦ θεοῦ λόγου ἐνστήσεσθαι τῷ νεύματι; —
σχολῆς τε λόγων οἰκείας εἰς ἀκριβῆ θεωρίαν τε καὶ ἑρμηνείαν τυγχάνει δεόμενα·
Ecclesiastical History. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.