ἀπάτης πατροπαραδότου κατεγγελᾶν, ἔνα δὲ αὐτὸν μόνον θεὸν τὸν κοινὸν ἀπάντων καὶ ἑαυτῶν εὐεργέτην γνωρίζειν, Χριστόν τε τοῦ θεοῦ παῖδα παμβασιλέα τῶν ὅλων ὁμολογεῖν, σωτῆρά τε αὐτὸν ἐν στήλαις ἀναγορεύειν, ἀνεξαλείπτῳ μνήμῃ τὰ κατορθώματα
καὶ τὰς κατὰ τῶν ἀσεβῶν αὐτοῦ νίκας μέση τῇ βασιλευούσῃ τῶν ἐπὶ γῆς πόλει βασιλικοῖς χαρακτῆρσι προσεγγράφοντας, ὥστε μόνον τῶν ἐξ αἰῶνος Ἰησοῦν Χριστὸν τὸν ἡμῶν σωτῆρα καὶ πρὸς αὐτῶν τῶν ἐπὶ γῆς ἀνωτάτω οὐχ οἶα κοινὸν ἐξ ἀνθρώπων
βασιλέα γενόμενον ὁμολογεῖσθαι, ἀλλ’ οἷα τοῦ καθόλου θεοῦ παῖδα γνήσιον καὶ αὐτόθεον προσκυνεῖσθαι, καὶ εἰκότως.
Ecclesiastical History. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.