πατρικῆς φιλανθρωπίας τῶν ἐν φθορᾷ κάτω που κειμένων ἡμῶν εὖ μάλα προθύμως ὑποδὺς τὴν φύσιν, οἶά τις ἰατρῶν ἄριστος τῆς τῶν καμνόντων ἕνεκεν σωτηρίας ὁρῇ μὲν δεινὰ, θιγγάνει δ’ ἀηδέων, ἐπ’ ἀλλοτρίῃσί τε ξυμφορῇσιν ἰδίας καρποῦται λύπας,
οὐ νοσοῦντας αὐτὸ μόνον, οὐδ’ ἕλκεσι δεινοῖς καὶ σεσηπόσιν ἤδη τραύμασι πιεζομένους, ἀλλὰ καὶ ἐν νεκροῖς κειμένους ἡμᾶς ἐξ αὐτῶν τῶν μυχῶν τοῦ θανάτου αὐτὸς ἑαυτῷ διεσώσατο, ὅτι μηδὲ ἄλλῳ τῳ τῶν κατ’ οὐρανὸν τοσοῦτον παρῆν ἰσχύος, ὡς τῇ τῶν
τοσούτων ἀβλαβῶς διακονήσασθαι σωτηρίᾳ.
Ecclesiastical History. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.