ἐξαῦθις ὑπὸ τὴν αὐτοῦ βασιλείαν ἐποιήσατο.
c τελευτὴν Ναβουχοδονόσορος, καταστήσας τὰ κατὰ τὴν Αἴγυπτον πράγματα καὶ τὴν λοιπὴν χώραν καὶ τοὺς αἰχμαλώτους Ἰουδαίων τε καὶ Φοινίκων καὶ Σύρων τῶν κατὰ τὴν Αἴγυπτον ἐθνῶν συντάξας τισὶ τῶν φίλων εἰς τὴν Βαβυλωνίαν παρεγένετο. ”
1
βασιλείας κύριος ἐγένετο ὁ υἱὸς αὐτοῦ Εὐιλμαλούρουχος.
τὴν ἀρχὴν ὁ ἐπιβουλεύσας αὐτῷ Νηριγλίσαρος ἐβασίλευσεν ἔτη δ. τούτου υἱὸς Χαβαεσσοαρᾶχος ἐκυρίευσε μὲν τῆς βασιλείας, παῖς ὢν, μῆνας ἐννέα· ἐπιβουλευθεὶς δὲ, διὰ τὸ πολλὰ ἐκφαίνειν κακοήθη, ὑπὸ τῶν φίλων ἀπετυμπανίσθη.
τούτου συνελθόντες οἱ ἐπιβουλεύσαντες αὐτῷ κοινῇ τὴν βασιλείαν περιέθηκαν Ναβοννήδῳ τινὶ τῶν ἐκ Βαβυλῶνος ὄντι ἐκ τῆς αὐτῆς ἐπισυστάσεως.
οὔσης δὲ τῆς βασιλείας αὐτοῦ ἐν τῷ ἑπτακαιδεκάτῳ ἔτει προσεληλυθὼς Κῦρος ἐκ τῆς Πέρσιδος μετὰ δυνάμεως πολλῆς, καταστρεψάμενος τὴν λοιπὴν βασιλείαν 456 ἅπασαν, ὥρμησεν ἐπὶ τῆς Βαβυλωνίας.
μετὰ τῆς δυνάμεως καὶ παραταξάμενος , ἡσσηθεὶς τῇ μάχῃ , καὶ φυγὼν ὀλιγοστὸς , συνεκλείσθη εἰς τὴν Βορσιππηνων πόλιν.
δυσάλωτον φανῆναι τὴν πόλιν, ἀνέξευξεν ἐπὶ Βόρσιππον, ἐκπολιορκήσων τὸν Ναβόννηδον.
ἔτει, τῶν θεμελίων ὑποβληθέντων, δεκάτῳ πάλιν τῆς Δαρείου βασιλείας ἐτελέσθη.”
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.