ταῦτα
καλοῦσι δ᾿ αὐτὴν Ἱεροσόλυμα.
πλευρὰν δὲ ἑκάστην εἴκοσι πήχεων, ὕψος δωδεκάπηχυ.
οὐκ ἔστιν οὐδ᾿ ἀνάθημα τοπαράπαν, οὐδὲ φύτευμα παντελῶς, οὐδὲ οἷον ἀλσῶδες, ἤ τι τοιοῦτον.
πολλῶν κατὰ τὴν ὁδὸν, καὶ μάντεως τινος ὀρνιθενομένου, καὶ πάντας ἐπισχεῖν ἀξιοῦντος, ἠρώτησε διὰ τί προσμένουσι · δείξαντος δὲ τοῦ μάντεως αὐτῷ τὸν 409 ὄρνιθα, καὶ φήσαντος, ἐὰν μὲν αὐτοῦ μένῃ, προσμένειν συμφέρει πᾶσιν, ἐὰν δὲ ἀναστὰς εἰς τοὔμπροσθεν
πέτηται, προάγειν, ἐὰν δὲ εἰς τὸ ὄπισθεν, ἀναχωρεῖν αὖθις· σιωπήσας καὶ ἑλκύσας τὸ τόξον ἔβαλε, καὶ τὸν ὄρνιθα πατάξας ἀπέκτεινεν.
λαβὼν εἰς τὰς χεῖρας, Πῶς γὰρ οὗτος, ἔφη, τὴν αὑτοῦ σωτηρίαν οὐ προι·δὼν, περὶ τῆς ἡμετέρας πορείας ἡμῖν ἄν τι ὑγιὲς ἀνήγγειλεν; εἰ γὰρ ἠδύνατο προγινώσκειν τὸ μέλλον , εἰς τὸν τόπον τοῦτον οὐκ b ἂν ἦλθε , φοβούμενος μὴ τοξεύσας αὐτὸν ἀποκτείνῃ
Μοσόμαμος ὁ Ἰουδαῖος. καὶ ταῦτα μὲν ὁ Ἑκαταῖος.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.