καθέστηκε καὶ κλίματα πρὸς τοὺς καθήκοντας τόπους ἔχει τῆς τῶν ὑδάτων ἐπιρροῆς ἕνεκεν, ἣ γίνεται διὰ τὴν σμῆξιν τῶν ἀπὸ τῶν θυσιῶν αἱμάτων· πολλαὶ γὰρ μυριάδες κτηνῶν προσάγονται κατὰ τὰς τῶν ἑορτῶν ἡμέρας.
ὡς ἂν καὶ πηγῆς ἔσωθεν πολυρρύτου φυσικῶς ἐπιρρεούσης , ἔτι δὲ θαυμασίων καὶ ἀδιηγήτων ὑποδοχείων ὑπαρχόντων ὑπὸ γῆν, καθὼς ἐπέφαινον, πέντε σταδίων κυκλόθεν τῆς κατὰ τὸ ἱερὸν καταβολῆς, καὶ ἐκ τούτων σύριγγας ἀναρίθμους, καθ’ ἔκαστον 454
μέρος ἑαυταῖς συναπτόντων τῶν ῥευμάτων· καὶ ταῦτα πάντα μεμολιβδῶσθαι κατ’ ἐδάφους καὶ τῶν τοίχων , ἐπὶ δὲ τούτων κεχύσθαι πολὺ πλῆθος κονιάσεως, ἐνεργῶς γεγενημένων ἁπάντων.”
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.