ἔκτισεν, ὃς εἴλετο ἄνθρωπον χρηστὸν ἐκ χρηστοῦ c ἀνδρός. ἅμα τῷ ἀναγνῶναι τὴν παρὰ σοῦ ἐπιστολὴν σφόδρα ἐχάρην, καὶ εὐλόγησα τὸν θεὸν ἐπὶ τῷ παρειληφέναι σὲ τὴν βασιλείαν.
σοι Τυρίων καὶ Φοινίκων ὀκτακισμυρίους, καὶ ἀρχιτέκτονά σοι ἀπέσταλκα ἄνθρωπον Τύριον, ἐκ μητρὸς Ἰουδαίας, ἐκ τῆς φυλῆς τῆς Δαβίδ. ὑπὲρ ὧν ἂν αὐτὸν ἐρωτήσῃς τῶν ὑπὸ τὸν οὐρανὸν πάντων, καὶ ἀρχιτεκτονίαν , ὑφηγήσεταί σοι καὶ ποιήσει.
d
καὶ Τυρίων, μετήνεγκε τὰ ξύλα τὰ προκεκομμένα ὑπὸ τοῦ πατρὸς αὐτοῦ διὰ τῆς θαλάττης εἰς Ἰόππην, ἐκεῖθεν δὲ πεζῇ εἰς Ἱεροσόλυμα. καὶ ἄρξασθαι οἰκοδομεῖν τὸ ἱερὸν τοῦ θεοῦ, ὄντα ἐτῶν ιγ· ἐργάζεσθαι δὲ τὰ ἔθνη τὰ προειρημένα , καὶ φυλὰς
ιβ τῶν Ἰουδαίων παρέχειν ταῖς ἑκκαίδεκα μυριάσι τὰ δέοντα πάντα, κατὰ μῆνα φυλὴν μίαν, θεμελιῶσαί τε τὸν ναὸν τοῦ θεοῦ, μῆκος πηχῶν ’ξ, πλάτος πηχῶν ’ξ, 450 τὸ δὲ πλάτος τῆς οἰκοδομῆς καὶ τῶν θεμελίων πηχῶνι· οὕτω γὰρ αὐτῷ προστάξαι Νάθαν τὸν προφήτην τοῦ
θεοῦ.
μὴ φαίνεσθαι · χρυσῶσαί τε τὸν ναὸν ἔσωθεν χωννύντα πλινθία χρυσᾶ πενταπήχη, καὶ προστιθέναι προσηλοῦντα ἥλοις ἀργυροῖς, ταλαντιαίοις τὴν ὁλκὴν, μαστοειδέσι τὸν ῥυθμὸν , τέσσαρσι δὲ τὸν ἀριθμόν.
ὀροφῆς, τό τε ὀρόφωμα ποιῆσαι ἐκ φατνωμάτων χρυσῶν, τὸ δὲ δῶμα ποιῆσαι χαλκοῦν ἀπὸ κεραμίδων χαλκῶν, χαλκὸν χωνεύσαντα, καὶ τοῦτον καταχέαντα. ποιήσαι δὲ δύο στύλους χαλκοῦς, καὶ καταχρυσῶσαι αὐτοὺς χρυσίῳ ἀδόλῳ, δακτύλῳ τὸ πάχος.
δὲ τοὺς στύλους τῷ ναῷ ἰσομεγέθεις, τὸ δὲ πλάτος κύκλῳ ἕκαστον κίονα πηχῶν δέκα· στῆναι δὲ αὐτοὺς τοῦ οἴκου ὃν μὲν ἐκ δεξιῶν, ὅν δὲ ἐξ εὐωνύμων. ποιῆσαι δὲ καὶ λυχνίας χρυσᾶς , δέκα τάλαντα ἑκάστην c στῆν ὁλκὴν ἀγούσας, ὑπόδειγμα λαβόντα τὴν ὑπὸ
Μώσεως ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου τεθεῖσαν.
ἱεροῦ καὶ κατακοσμῆσαι χρυσίῳ καὶ ἀργυρίῳ · καὶ καταστεγάσαι φατνώμασι κεδρίνοις καὶ κυπαρισσίνοις.
μῆκος πηχῶν κ’ καὶ πλάτος πηχῶν κ’, τὸ δὲ ὕψος πηχῶν ἑ . ποιῆσαι δὲ ἐπ’ αὐτῷ στεφάνην πρὸς τὴν βάσιν ἔξω ὑπερέχουσαν πῆχυν ἕνα πρὸς τὸ τοὺς 265 ἱερεῖς τούς τε πόδας προσκλύζεσθαι καὶ τὰς χεῖρας νίπτεσθαι ἐπιβαίνοντας· ποιῆσαι δὲ καὶ τὰς βάσεις τοῦ λουτῆρος τορευτὰς χωνευτὰς δώδεκα, καὶ τῷ ὕψει ἀνδρομήκεις, καὶ στῆσαι ἐξ ὑστέρου μέρους ὑπὸ τὸν λουτῆρα, ἐκ δεξιῶν τοῦ θυσιαστηρίου.
δὲ καὶ βάσιν χαλκῆν τῷ ὕψει πηχῶν δυοῖν, κατὰ τὸν λουτῆρα, ἔν ἐφεστήκῃ ἐπ’ αὐτῆς ὁ βασιλεὺς, ὅταν προσεύχηται, ὅπως ὀπτάνηται τῷ λαῷ 451 τῶν Ἰουδαίων. οἰκοδομῆσαι δὲ καὶ τὸ θυσιαστήριον πηχῶν κε ἐπὶ πήχεις κ’, τὸ δὲ ὕψος πηχῶν ιβ.
καὶ ποιῆσαι ὅλας τὰς δίκτυας πρὸς τὸ ψοφεῖν τοὺς κώδωνας καὶ ἀποσοβεῖν τὰ ὄρνεα, ὅπως μὴ καθίζῃ ἐπὶ τοῦ ἱεροῦ, μηδὲ νοσσεύῃ ἐπὶ τοῖς φατνώμασι τῶν πυλῶν καὶ στοῶν καὶ μολύνῃ τοῖς ἀποπατήμασι b τὸ ἱερόν.
πόλιν τείχεσι καὶ πύργοις καὶ τάφροις· οἰκοδομῆσαι δὲ καὶ βασίλεια ἑαυτῷ.
Ἱεροσόλυμα λέγεσθαι.
ἐνεγκεῖν καὶ ἐν τῷ οἴκω θεῖναι.
τὸ δὲ σύμπαν χρυσίον, τὸ εἰς τοὺς δύο στύλους καὶ τὸν ναὸν καταχρησθὲν, εἶναι τάλαντα μυριάδων υς' ἱείς δὲ τοὺς ἥλους καὶ τὴν ἄλλην κατασκευὴν ἀργυρίου d τάλαντα χίλια διακόσια τριάκοντα δύο · χαλκοῦ δὲ εἰς τοὺς κίονας καὶ τὸν λουτῆρα καὶ τὴν στοὰν
τάλαντα μυρία ὀκτακισχίλια πεντήκοντα.
ἐλαίου μετρητὰς μυρίους, φοινικοβαλάνων ἀρτάβας χιλίας, μέλιτος δὲ ἀγγεῖα ἑκατὸν, καὶ ἀρώματα πέμψαι·
χρυσὸν τὸν Σολομῶνα τῷ Τυρίων βασιλεῖ πέμψαι · 452 τὸν δὲ εἰκόνα τῆς θυγατρὸς ζῷον ὁλοσώματον κατασκευάσαι, καὶ ἔλυτρον τῷ ἀνδριάντι τὸν χρυσοῦν κίονα περιθεῖναι.
πεντακοσίων εἶναι χρυσῶν. βιῶσαι δὲ αὐτὸν ἔτη πεντήκοντα δύο, ὣν ἐν εἰρήνῃ βασιλεῦσαι ἔτη μ’ .
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.