ἡ δύναμίς μου πᾶσα ἐπὶ τῷ παρειληφέναι σε τὴν βασιλείαν παρὰ χρηστοῦ ἀνδρὸς καὶ δεδοκιμασμένου ὑπὸ τηλικούτου θεοῦ. περὶ δὲ ὣν γράφεις μοι περὶ τῶν κατὰ τοὺς λαοὺς τοὺς παρ’ ἡμῖν, ἀπέσταλκά σοι μυριάδας ὀκτὼ, ὧν καὶ τὰ πλήθη ἐξ ὧν εἰσι διασεσάφηκά σοι·
ἐκ μὲν τοῦ Σεβριθίτου νομοῦ μυρίους, ἐκ δὲ τοῦ Μενδησίου καὶ Σεβεννύτου δισμυρίους· Βουσιρίτου, d Λεοντοπολίτου καὶ Ἀθριβίτου ἀνὰ μυρίους. φρόντισον δὲ καὶ τὰ δέοντα αὐτοῖς καὶ τὰ ἄλλα, ὅπως εὐτακτῇ, καὶ ἔνα ἀποκατασταθῶσιν εἰς τὴν ἰδίαν,
ὡς ἂν ἀπὸ τῆς χρείας γενόμενοι.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.