ὑπὸ τῶν ἀδελφῶν ἐπιβουλευθῆναι· πσοϊδόμενον δὲ τὴν ἐπισύστασιν δεηθῆναι τῶν ἀστυγειτόνων Ἀράβων εἰς τὴν Αἴγυπτον αὐτὸν διακομίσαι · τοὺς δὲ τὸ ἐντυγχανόμενον ποιῆσαι · εἶναι γὰρ τοὺς τῶν Ἀράβων βασιλεῖς ἀπογόνους Ἰσραὴλ , υἱοὺς τοῦ
Ἀβραὰμ, Ἰσαὰκ δὲ ἀδελφούς.
σόνων ἀδικουμένων, τοῦτον πρῶτον τήν τε γῆν διελεῖν καὶ ὄροις διασημήνασθαι, καὶ πολλὴν χερσευομένην γεωργήσιμον ἀποτελέσαι, καίτινας τῶν ἀρουρῶν τοῖς ἱερεῦσιν ἀποκληρῶσαι.
μετὰ δὲ ταῦτα παραγενέσθαι πρὸς αὐτὸν τόν τε πατέρα καὶ τοὺς ἀδελφοὺς κομίζοντας πολλὴν ὕπαρξιν, 430 καὶ κατοικισθῆναι ἐν τῇ πόλει Καισὰν, καὶ τοὺς Σύρους πλεονάσαι ἐν τῇ Αἰγύπτῳ.
τοὺς ‘Εσμιούθ ὀνομαζοạένους. μετὰ δὲ ταῦτα τελευτῆσαι τόν τε Ἰωσὴφ καὶ τὸν βασιλέα τῶν Αἰγυπτίων. τὸν οὑν Ἰωσὴφ κρατοῦντα τῆς Αἰγύπτου τὸν ἐτῶν ἑπτὰ σῖτον, γενόμενον κατὰ τὴν φορὰν ἄπλετον, παραθέσθαι , καὶ τῆς Αἰγύπτου δεσπότην
γενέσθαι.’
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.