γράψας Μολὼν κατὰ τὸν κατακλυσμὸν φησιν ἀπὸ τῆς Ἀρμενίας ἀπελθεῖν τὸν περιλειφθέντα ἄνθρωπον μετὰ τῶν υἱῶν, ἐκ τῶν ἰδίων ἐξελαυνόμενον ὑπὸ τῶν ἐγχωρίων· διανύσαντα δὲ τὴν μεταξὺ χώραν ἐλθεῖν εἰς τὴν ὀρεινὴν τῆς Συρίας οὖσαν ἔρημον.
υἱοὺς ιβ’, οὓς δὴ εἰς Ἀραβίαν ἀπαλλαγέντας διελέσθαι τὴν χώραν καὶ πρώτους βασιλεῦσαι τῶν ἐγχωρίων· ὅθεν ἕως καθ’ ἡμὰς δώδεκα εἶναι βασιλεῖς Ἀράβων ὁμωνύμους ἐκείνοις.
καὶ τὸν μὲν Ἀβραὰμ γήρα τελευτῆσαι, Γέλωτος δὲ καὶ γυναικός ἐγχωρίου υἱοὺς ἕνδεκα γενέσθαι, καὶ δωδέκατον Ἰωσὴφ, καὶ ἀπὸ τοῦδε τρίτον Μωσῆν.’’
λέγων
c
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.