τῶν ἐτῶν ἃ ζῶμεν συμβαλὼν τὸν τῶν παλαιῶν ψευδῆ νομιζέτω τὰ περὶ ἐκείνων λεγόμενα, τῷ μηδὲ νῦν τοσοῦτον ἐν τῷ βίῳ παρατείνειν χρόνον τεκμαιρόμενος μηδ’ ἐκείνους εἰς ἐκεῖνο τὸ μῆκος τῆς ζωῆς ἀφῖχθαι.
ὑπ’ αὐτοῦ τοῦ θεοῦ γενόμενοι, καὶ διὰ τὸ τὰς τροφὰς ἐπιτηδειοτέὸας πρὸς πλείονα χρόνον οὔσας, εἰχότως ἔζων πλῆθος τοσούτων ἐτῶν.
παρασχεῖν, ἅπερ οὐκ ἦν ἀσφαλῶς αὐτοῖς προειπεῖν μὴ ζήσασιν ἑξακοσίους ἐνιαυτούς· διὰ γὰρ τούτων ὁ μέγας ἐνιαυτὸς πληροῦται.
ὁ τὴν τῶν Αἰγυπτιακῶν ποιησάμενος ἀναγραφὴν καὶ Βηρωσσὸς ὁ τὰ Χαλδαικὰ συναγαγὼν καὶ Μόλος καὶ‘Eστιαῖος, καὶ πρὸς αὐτοῖς ὁΑἰγύπτιοςἹερώνυμος, οἵ τε τὰ Φοινικικὰ συνταξάμενοι , συμφωνοῦσι τοῖς ὑπ’ ἐμοῦ λεγομένοις· Ἡσίοδός τε καὶ ‘Εκαταῖος καὶ
Ἑλλάνικος καὶ Ἀκουσίλαος, καὶ πρὸς τούτοις Ἔφορος 1 καὶ Νικόλαος ἱστοροῦσι τοὺς ἀρχαίους ζήσαντας ἔτη 416 χίλια. περὶ μὲν οὖν τούτων, ὡς ἂν ἑκάστοις ῇ φίλον, οὕτω σκοπείτωσαν.”
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.