διὰ τοῦ νόμου τοῦ παρ᾿ ἡμῖν καὶ χεῖρες καὶ βραχίων καὶ πρόσωπον καὶ πόδες καὶ περίπατος ἐπὶ τῆς θείας δυνάμεως· ἃ τεύξεται λόγου κα- b θήκοντος καὶ οὐκ ἀντιδοξήσει τοῖς προειρημένοις ὑφ᾿ ἡμῶν οὐδέν.
πρὸς τὸ φυσικῶς λαμβάνειν τὰς ἐκδοχὰς καὶ τὴν ἁρμόζουσαν ἔννοιαν περὶ θεοῦ κρατεῖν, καὶ μὴ ἐκπίπτειν εἰς τὸ μυθῶδες καὶ ἀνθρώπινον κατάστημα.
λέγω δὲ τῶν κατὰ τὴν ἐπιφάνειαν, φυσικὰς διαθέσεις ἀπαγγέλλει καὶ μεγάλων πραγμάτων κατασκευάς.
εἰσιν οἱ προειρημένοι φιλόσοφοι καὶ πλείονες ἕτεροι καὶ ποιηταὶ παρ᾿ αὐτοῦ μεγάλας ἀφορμὰς εἰληφότες, καθὸ καὶ θαυμάζονται.
τὴν ἀλογίαν ‚ ἀλλ’ ἐμοὶ τῷ μὴ δυναμένῳ διαιρεῖσθαι τὰ ἐκείνῳ νενοημένα.
φερομένων τῶν ἀκουόντων ἐπὶ τὴν δύναμιν ἣν ἔχεις.
τοὺς Αἰγυπτίους.’’ καὶ ἐπὶ τοῦ τῶν κτηνῶν θανάτου 377 φησὶ τῷ Φαραῷ ὁ Μώσης “ ἰδοὺ χεὶρ κυρίου ἔσται ἐν τοῖς κτήνεσί σου καὶ ἐν πᾶσι τοῖς ἐν τοῖς πεδίοις θάνατος μέγας.’’ ὥστε αἶ χεῖρες ἐπὶ δυνάμεως νοοῦνται θεοῦ. καὶ γὰρ ἔστι νοῆσαι τὴν πᾶσαν ἰσχὺν
τῶν ἀνθρώπων καὶ τὰς ἐνεργείας ἐν ταῖς χερσὶν 222 εἶναι.
πάντων ὁ θεὸς, καὶ πάνθ’ ὑποτέτακται, καὶ στάσιν b εἴληφεν· ὥστε τοὺς ἀνθρώπους καταλαμβάνειν ἀκίνητα εἶναι ταῦτα. λέγω δὲ τὸ τοιοῦτον, ὡς οὐδέποτε γέγονεν οὐρανὸς γῆ, γῆ δ’ οὐρανὸς, οὐδ’ ἥλιος σελήνη λάμπουσα, οὐδὲ σελήνη πάλιν ἥλιος, οὐδὲ ποταμοὶ
θάλασσα, οὐδὲ θάλασσα ποταμοί.
οὖν ἡ θεία κατὰ ταῦτα ἂν λέγοιτο ‚ πάντων ὑποκειμένων τῷ θεῷ. λέγεται δὲ κατάβασις ἐπὶ τὸ ὅρος θεία γεγονέναι διὰ τῆς γραφῆς τοῦ νόμου, καθ’ ὃν ἐνομοθέτει καιρὸν, ἔνα πάντες θεωρήσωσι τὴν ἐνέργειαν τοῦ θεοῦ. κατάβασις γὰρ αὕτη σαφής ἐστι·
καὶ περὶ τούτων οὖν οὕτως ἄν τις ἐξηγήσαιτο ‚ βουλόμενος συντηρεῖν τὸν περὶ θεοῦ λόγον.
εἶναι.
παρεμβεβληκότες ‚ τὸ πῦρ φλεγόμενον ἐθεωρεῖτο·
μηδὲν ἐξαναλίσκουσαν ‚ εἰ μὴ τὸ παρὰ τοῦ θεοῦ δυναμικὸν αὐτῇ προσείη.
σὺν τῇ τοῦ πυρὸς ἀστραπηδὸν ἐκφάνσει, μὴ προκειμένων ὀργάνων τοιούτων, μηδὲ τοῦ φωνήσαντος, ἀλλὰ θείᾳ κατασκευῇ γινομένων πάντων.
τὸν δὲ θεὸν ἄνευ τινὸς δεικνύναι τὴν ἑαυτοῦ διὰ πάντων μεγαλειότητα.’
ἂν εἴη καὶ τόδε ἐπισημήνασθαι, ὡς τὸ πᾶν Ἰουδαίων ἔθνος εἰς δύο τμήματα διῄρηται, καὶ τὴν μὲν πληθὺν ταῖς τῶν νόμων κατὰ τὴν ῥητὴν διάνοιαν παρηγγελμέναις c ὑποθήκαις ὑπῆγε ‚ τὸ δ’ ἕτερον τῶν ἐν ἕξει τάγμα ταύτης μὲν ἠφίει, θειοτέρᾳ δέ τινι καὶ
τοὺς πολλοὺς ἐπαναβεβηκυίᾳ φιλοσοφίᾳ προσέχειν ἠξίου, θεωρίᾳ τε τῶν ἐν τοῖς νόμοις κατὰ διάνοιαν σημαινομένων.
καὶ μνήμης ἀλήστου τούτους ἠξίωσαν, Ἰώσηπός τε καὶ Φίλων καὶ ἕτεροι πλείους· ὧν τὰ πολλὰ παρεὶς, δείγματος αὐτὸ μόνον ἕνεκα, τῇ τοῦ d Φίλωνος ἐπὶ τοῦ παρόντος ἀρκεσθήσομαι μαρτυρίᾳ, ἣν περὶ τῶν δηλουμένων κατὰ πολλὰ τῶν οἰκείων
223 ὑπομνημάτων τέθειται. τούτων δ’ ἀπὸ τῆς Ὑπὲρ Ἰουδαίων ἀπολογίας λαβὼν σύ γε ἀνάγνωθι ταῦτα
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.