ἐν τοσούτοις τὴν ἐναντίαν ἀπιόντας.
συνεστὼς κατεμάνθανον, ἥλιόν τε καὶ σελήνην καὶ ἀστέρας, οὐ θεοὺς, ἔργα δὲ εἶναι θεοῦ διελογίσαντο, τὴν φύσιν τῆς σωματικῆς οὐσίας οὐ μόνον ἄλογον, ἀλλὰ καὶ ἄψυχον εἶναι, καθ’ ὅσον ῥοώδης καὶ φθαρτὴ οὔσα τυγχάνει, συννοήσαντες, κἄπειτα λογισάμενοι
ὡς οὐχ οἷόν τε τὴν τοῦ σύμπαντος κόσμου διάταξιν, d εὖ καὶ σοφῶς ἡρμοσμένην , ἔμπλεων τε ζῴων ἐμψύχων λογικῶν τε καὶ ἀλόγων ὑπάρχουσαν, αὐτόματον ἐπιγράφεσθαι τὴν αἰτίαν, οὐδέ γε τῶν ἐμψύχων τὴν ποιητικὴν ἀρχὴν ἄψυχον ὑπολαμβάνειν, οὐδ’ ἄλογον
τὴν τῶν λογικῶν δημιουργόν.
τέχνης ὄργανον ὑποσταίη ἂν μὴ διὰ τεχνίτου, οὐδ’ εὐόρμου ποτὲ ναῦς λιμένος τύχοι μὴ οὐχὶ 302 σὺν ἀγαθῷ κυβερνήτῃ· οὐδ’ ἡ τῶν καθόλου στοιχείων ἄρα φύσις, ἄψυχος οὖσα καὶ ἄλογος, τῷ καθ’ ἑαυτὴν λόγῳ δίχα τῆς ἀνωτάτω τοῦ θεοῦ σοφίας λόγου
ποτὲ καὶ ζωῆς ἀνθέξεται. ταῦτα δὴ καὶ τὰ τοιαῦτα διανοηθέντες οἱ τῆς ‘Eβραίων εὐσεβείας πατέρες, ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων νῷ κεκαθαρμένῳ καὶ ψυχῆς διαυγέσιν ὄμμασι τὸν πάντων δημιουργὸν θεὸν ἐσεβάσθησαν.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.