ΠΡΟΟΙΜΙΟΝ.
καὶ οὐ δι᾿ ἄλλης, τῶν ἐξ αἰῶνος τὸν πάντα βίον ἐπισκοτισάντων τε καὶ λυμηναμένων δαιμονικῶν φαντασμάτων ἐλευθερία πᾶσιν ὑπῆρχεν ἀνθρώποις, φέρε καὶ ἀπὸ τῶν περὶ εἱμαρμένης ψευδοδοξουμένων αὐτοῖς τὸν περὶ τῶν αὐτῶν ἀπευθύνωμεν λόγον, ὡς ἂν μὴ διὰ μόνης τῆς τοῦ τρόπου μοχθηρίας, ἀλλὰ καὶ διὰ τῶν οὐκ ὀρθῶς οὐδὲ ἀληθῶς αὐτοῖς δοξαζομένων, φαῦλοι καὶ ἀδρανεῖς ὄντες οἱ τὰ χρηστήρια κινεῖν c νενομισμένοι δαίμονες δειχθεῖεν.
αὐτῶν ὑποπεσεῖται λόγος, ἔκ τε ὧν παραθήσομαι ἀνατρεπτικῶν τοῦ περὶ εἱμαρμένης καὶ αὐτόθεν ἐκ τοῦ τρόπου, καθ᾿ ὃν τὰς μαντείας ποιεῖσθαι λέγονται.
δὲ τῆς τῶν ἄστρων κινήσεως ὁμοίως ἀνθρώποις τὰ μέλλοντα καταστοχάζεσθαι. οὕτως οὐδὲν δύνασθαι οὔτ᾿ ὠφελεῖν οὔτε τι τὸ παράπαν ἐνεργεῖν αὐτοὺς, εἰ μὴ τὰ καθ᾿ εἱμαρμένην, φασί. τούτων δὲ d ἔλεγχος αὐτὸς ἐκεῖνος ὁ τῶν δαιμόνων προήγορος, ἐν
οἷς ἐπέγραψε “Περὶ τῆς ἐκ λογίων φιλοσοφίας” ὧδε λέγων πρὸς λέξιν
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.