χρησμῶν ἐξεθέωσεν , εἰκότως μοι δοκεῖ καὶ ταῦτα ἀπελέγχειν ὁ δεδηλωμένος τούτοις τοῖς ῥή- μασιν
εἴθε ὤφελες τὰ μὲν τοιαῦτα πάντα ἀγνοεῖν, ἐκεῖνο δὲ εἰδέναι, ὅτι ἡ πυκτικὴ τῆς λακτιστικῆς οὐδὲν διαφέρει, ἔν ἢ καὶ τοὺς ὄνους ἀπηθανάτους , ἢ μηδὲ Κλεομήδην πύκτην Ἀστυπαλαιέα, λέγων οὕτως c
ἐλάβετο τοῦ πνεύμονος;
ὃς ἀνεῖχε τὴν στέγην; ἆρ’, ὦ θεοποιὲ, διὰ ταῦθ’ ὑμῖν ὁ Κλεομήδης τιμητέος ἐστίν ;
πειρωμένοις αὐτὸν ἐξελκύσαι,. ὦ Κλεόμηδες , ἆρα ἥρως οὐκέτι θνητὸς, οἷα τὰ μηχανήματα ὑπὲρ ἀθανασίας ἐξεῦρες.
δὲ ἐπὶ τῇ ἰσχύϊ καὶ τῆς ἰσχύος τῇ χρήσει τῇ ἀγαθῇ.
καὶ ἦν ἄν τι οἰκεῖον λόγιον ἐπ᾿ ἀποθανόντι ὀνάγρῳ μᾶλλον ἢ ἐπὶ τῷ σῷ πύκτῃ
ἀθανασίας, ἱκανῶς τὰ θεῖα παρεσκευασμένος· καὶ ἀκούσας μὴ ἀνασχέσθαι, ἀλλ᾿ ἀπειλῆσαι καὶ αὐτὸν τὸν Κλεομήδην πατάξας εἰς τὸ βάραθρον ἐμβαλεῖν, καὶ οὐκ ἐπιτρέψειν αὐτῷ εἰς τὸν οὐρανὸν ἀναβῆναι·
ἅτε μήτε αὐτῷ μόνῳ ἕτοιμος ὢν μάχεσθαι, κἂν εἰ σιδηροῖς χρῷτο τοῖς ἱμᾶσιν, ἀλλὰ καὶ τῷ Θασίῳ πύκτῃ ἅμα ἀμφοτέροις, ὑπὲρ οὗ τοῦ ἀνδριάντος c ἐχαλέπηναν οἱ θεοὶ καὶ τὴν Θασίων γῆν ἄφορον εἰργάσαντο.
ἀνθρώπῳ, ἀλλὰ θεῷ τῷ αὐτῷ. ἐξ ὧν ἐγὼ καὶ πάνυ κατενόησα ὅτι θεῖόν τι ἄρα ἦν ἐπιτήδευμα ἡ πυκτικὴ, τοὺς δὲ πολλοὺς καὶ οἰομένους εἶναι σοφοὺς ἐλελήθει, ἵν᾿ ἀφέμενοι τοῦ καλοὶ κἀγαθοὶ εἶναι ἤσκουν τὰ τοῦ Θασίου πύκτου· ᾧ ἀθανασίαν μὲν, ὥσπερ
Κλεομήδει, οὐκ ἔδωκαν, ἐφίλησαν δὲ μεγάλως οἱ θεοί.
αὐτοῖς ἔπεμψας λέγων
θεοῖς ἀνθρώπων κατακαλουμένων ὅσονπερ ἀνδριάντων; ἀμέλει οὐδὲν ἐπὶ τούτῳ ὠφελήθη ἡ γῆ ὥστε παύσασθαι νοσοῦσα, εἰ μὴ τῶν σοφῶν καὶ ἐπισταμένων τις τὸν θεῖον νοῦν συνῆκε φυγάδα εἶναι τὸν καταπεποντωμένον ἀνδριάντα. καὶ ἦν οὕτως. ἅμα
b γὰρ ἀνεστάθη καὶ εὐθὺς ἡ μὲν γῆ ἀνέθαλλεν, οἱ δὲ ἐκόμων Δήμητρι λοιπόν.
διὰ τοῦτο, ὥσπερ Θάσιοι, ἕως αὐτοὺς ἰάσατο λόγιον σὸν ἔχον οὕτως
τὸν πένταθλον ἐνέβαλον εἰς εἱρκτὴν, αἰτια- σάμενοι αὐτὸν ἐπὶ τῇ πατρίδι εἰληφέναι δῶρα· καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ ἀποθανόντος καὶ οὗτοι εἰς τὰς εἰκόνας ἐξύβριζον, ἕως οἶ θεοὶ οὐκ ἀνασχόμενοι τῶν γινομένων ἐπαφῆκαν αὐτοῖς τὸν κράτιστον λιμόν·
κἂν ὑπὸ τοῦ λιμοῦ διώλοντο ἂν, εἰ μὴ ἡ παρὰ σοῦ ἦλθε βοήθεια , λέγουσα ὅτι δεῖ αὐτοὺς τιμᾶν ἄνδρας πεφατνευμένους , οὓς οἱ θεοὶ φιλοῦσιν οὐχ ἡττον ἢ οὓς οἶ ἀλφιτοποιοὶ πιαίνουσι βοῦς, δι’ ὧν d ὑμᾶς οἱ ἄνθρωποι ἐνίοτε θύοντες πείθουσιν ’ οὐχ ἡττον
ἴσως , ἀλλὰ καὶ πολὺ μᾶλλον παχέων βοῶν οἱ παχεῖς ἄνθρωποι εὐφραίνουσιν ὑμᾶς οὕτως ὥστε ἐνίοτε ὅλῃ πόλει καὶ ὅλῳ ἔθνει ὀργίζεσθαι , ἑνὸς ἢ δυοῖν ἀδικούντων ταῦτα τὰ θρέμματα.
σθα, ἢ καὶ μάντις ἅμα καὶ ἀλείπτης, ἵν ᾖ ὥσπερ χρηστήριον Δελφικὸν, οὕτω καὶ γυμναστήριον. καὶ γὰρ οὐδ’ ἀλλότριον ἦν ἀγῶνος Πυθικοῦ Πυθικὸν εἶναι καὶ τὸ γυμναστήριον.’
καὶ τοὺς τυράννους κολακεύειν εἰώθασιν οἶ περὶ ὧν ὁ λόγος.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.