ἀληθὲς μὲν ὂν οὐδ’ αὐτὸ, ἀλλὰ προσεοικός γε ὅμως τῷ ἀλαζόνι καὶ ἀναιδεῖ καὶ ἐπὶ τοῖς κενοῖς εἰδήμασι τὴν ὀφρὺν ἐπαίροντι , καὶ τὸ Λύδιον ἀνδράποδον τὸν Κροῖσον πείθοντι μὴ καταφρονεῖν αὐτοῦ ·
ἐπὶ Πέρσας , καὶ σύμβουλον ποιεῖσθαι ὑπὲρ τῆς αὐτοῦ μανίας καὶ πλεονεξίας. ᾧ οὐκ ὤκνησας εἰπεῖν ὅτι
πείσεται ὑπ’ ἀμφιβόλου χρησμοῦ ἐπαρθεὶς ἐπ’ ἀλλοτρίαν ἀρχὴν , οὐδ’ εἰ πικροί τινες ἄνθρωποι καὶ δέον ἐπαινεῖν σε ἐπὶ τῷ τραχηλίσαι μαινόμενον 213 ἄνθρωπον, καὶ προσεγκαλοῖεν ὡς οὐδὲ ἰσόρροπον φωνὴν ἀφέντα, ἵν ὀκνήσειεν καὶ βουλεύσαιτο
ὁ Λυδός· ἀλλὰ ‘καταλῦσαι’ καθ’ ἴνα τρόπον ἔστι νοεῖσθαι πρὸς τῶν Ἑλλήνων , οὐ τὸ τῆς οἰκείας ἀρχῆς ἐκπεσεῖν, ἀλλὰ τὸ τὴν ἀλλοτρίαν περιποιήσασθαι.
εἴπερ οὐκ ᾔδη μὴ οὐ συνήσοντα τοῦ αἰνίγματος ὁ μάντις.
τί δ’ ὅμως , εἰ οὕτως ἐχρῆν γενέσθαι, σὺ ὁ δύστηνος ἐν Δελφοῖς καθέζῃ τὰ κενὰ καὶ μάταια ᾄδων; τί δὲ 126 σοῦ ὄφελος ἡμῖν; τί δὲ μαινόμεθα οἶ πανταχόθεν c τῆς γῆς ἐπὶ σὲ διώκοντες; τί δὲ σὺ κνισιᾶς;’’
γοήτων φωρᾶς, κυνικῆς οὐκ ἀπηλλαγμένα πικρίας. οὐδὲ γὰρ δαίμονος, μὴ ὅτι θεοῦ, τοὺς παρὰ τοῖς Πανέλλησι θαυμαζομένους χρησμοὺς εἶναι βούλεται, γοήτων δ’ ἀνδρῶν πλάνας καὶ σοφίσματα ἐπὶ ἀπάτῃ τῶν πολλῶν ἐσκευωρημένα · ὧν ἐπείπερ ἅπαξ ἐμνήσθημεν,
οὐδὲν ἂν γένοιτο ἐμποδὼν τοῦ καὶ ἑτέρων ἐλέγχων ἐπακοῦσαι, καὶ πρώτου γε δι’ οὗ φησιν ὁ d αὐτὸς ἑαυτὸν ὑπὸ τοῦ Κλαρίου Ἀπόλλωνος ἠπατῆσθαι, γράφων ὧδε
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.