καθ᾿ ἕτερον παρὰ τοὺς προειρημένους ἡμῖν τρόπους, εἰς γένη τέτταρα πάντα τὸν λόγον διαιροῦν- b τες, πρώτιστα πάντων τὸν πρῶτον ἀφορίσαντες θεὸν, εἰδέναι φασὶ τοῦτον εἶναι τὸν ἐπὶ πᾶσι πρῶτόν τε ὄντα καὶ πάντων θεῶν πατέρα τε καὶ βασιλέα, μεθ᾿
ὃν γένος τὸ θεῶν ὑπάρχειν δεύτερον, ἑπόμενον δὲ τὸ δαιμόνων, τὸ δὲ ἡρώων τέταρτον· ἃ πάντα τῆς τοῦ κρείττονος ἰδέας μετασχόντα πῆ μὲν ἄγειν, πῆ δὲ ἄγεσθαι, καὶ φῶς ἅπαν προσαγορεύεσθαι τὸ τοιόνδε φωτὸς μετοχῇ· ἀλλὰ καὶ τῆς τοῦ χείρονος οὐσίας τὸ
κακὸν ἡγεῖσθαί φασι· τοῦτο δὲ εἶναι μοχθηρῶν δαι- 85 c μόνων γένος, φίλῳ μὲν οὐδαμῶς χρώμενον τἀγαθῷ, δύναμίν γε μὴν ἐν τῇ τῶν ἐναντίων φύσει κεκτημένον πρώτην, καθάπερ ἐν τοῖς κρείττοσιν ὁ θεός· πᾶν δὲ τὸ τοιόνδε σκότος προσαγορεύεσθαι.
τοῦτον διαστειλάμενοι τὸν τρόπον θεοῖς μὲν οὐρανὸν καὶ τὸν ἄχρι σελήνης αἰθέρα φασὶν ὑποτετάχθαι· δαίμοσι δὲ τὰ περὶ σελήνην καὶ ἀέρα, ψυχαῖς δὲ τὰ περὶ γῆν καὶ ὑπόγεια. τοιούτῳ δ᾿ ἀφορισμῷ κεχρημένοι πρῶτον ἁπάντων φασὶ τοὺς οὐρανίους δεῖν καὶ d
αἰθερίους θεοὺς θεραπεύειν· δεύτερον τοὺς ἀγαθοὺς δαίμονας· τρίτον τὰς τῶν ἡρώων ψυχὰς, τέταρτον τοὺς φαύλους καὶ πονηροὺς ἀπομειλίσσεσθαι δαίμο- νᾶς.
ὁποίας χρῆν ἀποφαίνεσθαι σκοπεῖν, πότερα θεοὺς ἢ δαίμονας, καὶ εἴτε φαύλους εἴτε ἀγαθοὺς, ἐκ τῶν παρατεθησομένων.
ταύτης καὶ δὴ καὶ τῆς προσηγορίας μετειληφότας, ὡς οὐδ’ ἕτερον θεὸν ἀληθῶς καὶ κυρίως πλὴν ἴνα τὸν πάντων αἴτιον · τὰς δὲ ἀστείας καὶ ἀγαθὰς δυνάμεις, ἅτε τὴν φύσιν γεννητὰς οὔσας καὶ πολλῷ τὸν ἀγέν νῆτον καὶ σφῶν αὐτῶν ποιητὴν θεὸν ἀφυστερούσας,
οὐ μὴν ἀλλὰ καὶ τοῦ τῶν δαιμόνων μοχθηροῦ γένους ἀφωρισμένας, οὔτε θεοὺς οὔτε δαίμονας ἀποκαλεῖν ἀξιοῖ, μέσας δὲ οὔσας θεοῦ καὶ δαιμόνων εὐθυβόλῳ b καὶ μέσῃ προσηγορίᾳ ἀγγέλους θεοῦ καὶ πνεύματα λειτουργικὰ, δυνάμεις τε θείας καὶ ἀρχαγγέλους, καί
τισιν ἄλλαις ἐπωνυμίαις φερωνύμως τοῖς ἐπιτηδεύ- μασιν αὐτῶν ὀνομάζειν εἴωθε, τοὺς δὲ δαίμονας, εἰ δὴ καὶ τούτων ἡμᾶς προσήκει τὴν ἐτυμολογίαν ἐξει- πεῖν, οὐχ ᾗπερ Ἕλλησι δοκεῖ παρὰ τὸ δαήμονας εἷναι καὶ ἐπιστήμονας , ἀλλ’ ἢ παρὰ τὸ δειμαίνειν, ὅπερ
ἐστὶ φοβεῖσθαι καὶ ἐκφοβεῖν, δαίμονάς τινας προσ- φυῶς ὀνομάζεσθαι.
μήτε τὴν προαίρεσιν μήτε τὴν ἐκ τοῦ τρόπου φύσιν ὁμοίας μιᾶς καὶ τῆς αὐτῆς ἐπωνυμίας ἀξιοῦν.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.