τοῦτο ἄγονταί τε καὶ φέρονται λίαν, ὅταν αἶ τοῦ πνεύματος ὀργαί τε καὶ ἐπιθυμίαι τὴν ὁρμὴν λάβωσιν· αὗται δὲ αἱ ψυχαὶ δαίμονες μὲν καὶ αὐταὶ, κακοεργοὶ δ’ ἂν εἰκότως λέγοιντο.
τε καὶ τελείως ἀναίσθητοι αἰσθήσεσιν ἀνθρωπίναις. οὐ γὰρ στερεὸν σῶμα περιβέβληνται, οὐδὲ μορφὴν πάντες μίαν, ἀλλ’ ἐν σχήμασι πλείοσιν· ἐκτυποὐμεναι δὲ καὶ χαρακτηρίζουσαι τὸ πνεῦμα αὐτῶν αἶ μορφαὶ τοτὲ μὲν ἐπιφαίνονται , τοτὲ δὲ ἀφανεῖς εἰσιν·
ἐνίοτε δὲ καὶ μεταβάλλουσι τὰς μορφὰς οἵ γε χείρους.
τι συνεχῶς εἰκός ἐστι καὶ τρέπεσθαι.
καὶ ὕπουλον ἔχοντες ἦθος , ἐστερημένον τε τῆς φυ- 1 λακῆς τῆς ἀπὸ τοῦ κρείττονος δαιμονίου , σφοδρ’ καὶ αἰφνιδίους , οἷον ἐνέδρας, ὡς τὸ πολὺ ποιοῦν 103 τὰς ἐμπτώσεις , πὴ μὲν λανθάνειν πειρώμενοι, πῆ δὲ βιαζόμενοι.’’
b
πρόσωπα τῆς ἡμετέρας ἀβουλίας ἀπολαύουσι, προσεταιριζόμενοι τὰ πλήθη, διὰ τοῦ τὰς ἐπιθυμίας τῶν ἀνθρώπων ἐκκαίειν ἔρωσι καὶ πόθοις πλούτων καὶ δυναστειῶν καὶ ἡδονῶν, κενοδοξίας τε αὖ , ἐξ ὢν στάσεις καὶ πόλεμοι φύονται καὶ τὰ συγγενῆ τούτων.
c
μόνον, ἀλλὰ καὶ τῶν ἐν φιλοσοφίᾳ διατριβόντων οὐκ ὀλίγοι.
τῶν δοκούντων σοφῶν ἀκούοντα ἐπερρώσθη φρονεῖν ἐπὶ μᾶλλον περὶ τῶν θεῶν τὰ τοιαῦτα.
περὶ τῶν ἀδυνατωτάτων δυναμένῃ , δέον ἐμπεσως πεπεῖσθαι ὅτι οὔτε τὸ ἀγαθὸν βλάπτει ποτὲ οὔτε τὸ κακὸν ὠφελεῖ. οὐ γὰρ θερμότητος, ὥς φησι Πλάτων, τὸ ψύχειν, ἀλλὰ τοῦ ἐναντίου, οὐδὲ ψυχρότητος τὸ θερμαίνειν, ἀλλὰ τοῦ ἐναντίου, οὕτως οὐδὲ 173 τοῦ δικαίου τὸ βλάπτειν.
φύσει πάντων τὸ θεῖον, ἐπεὶ οὐδ᾿ ἂν ἦν θεῖον. οὐκοῦν ἀποτετμῆσθαι δεῖ ταύτην τὴν δύναμιν καὶ μοῖραν τῶν δαιμόνων τῶν ἀγαθοεργῶν. ἡ γὰρ βλάπτειν πεφυκυῖά τε καὶ βουλομένη ἐναντία τῇ ἀγαθοεργῷ· τὰ δ᾿ ἐναντία περὶ τὸ αὐτὸ οὐκ ἄν ποτε γένοιτο.”
καὶ ἀπατῆσαι ἱκανοὶ διὰ τῆς τερατουργίας. διὰ τούτων φίλτρα καὶ ἐρωτικὰ κατασκευάζουσιν οἱ κακοδαίμονες· πᾶσα γὰρ ἀκολασία καὶ πλούτων ἐλπὶς καὶ δόξης διὰ τούτων, καὶ μάλιστα ἡ ἀπάτη.
καὶ ἡ προεστῶσα αὐτῶν δύναμις δοκεῖν θεὸς εἶναι ὁ μέγιστος. οὗτοι οἱ χαίροντες ῾λοιβῇ τε κνίσῃ τέ,᾿ δι᾿ ὧν αὐτῶν τὸ πνευματικὸν καὶ σωματικὸν πιαίνεται. ζῇ γὰρ τοῦτο ἀτμοῖς καὶ ἀναθυμιάσεσι, ποικί- c λως διὰ τῶν ποικίλων, καὶ δυναμοῦται ταῖς ἐκ τῶν
αἱμάτων καὶ σαρκῶν θυσίαις.”
φιλοσοφίᾳ διατριβόντων οἱ περὶ θεοὺς δοκοῦντες σπουδαίως ἔχειν, οἳ καὶ αὐτοὶ οὐ θεοὺς, ἀλλὰ πονη- d ροὺς δαίμονας περιέποντες τὰ πλήθη καὶ τοὺς δή- μους εἰς τὴν ὁμοίαν πλάνην ἐξετραχήλισαν.
καὶ ταῦτα οὐκ ἐξ ἡμῶν κατηγορεῖται, ἀλλ’ ὑπ’ αὐτῶν τῶν ἀκριβέστατα τὰ οἰκεῖα μᾶλλον ἢ ἡμεῖς εἰδότων. 104
καὶ ἀγαθῶν δόξαν ἔχειν παρὰ ἀνθρώποις, τίς τε 174 προεστῶσα αὐτῶν δύναμις τυγχάνει ὁ αὐτὸς πάλιν διασαφήσει, τοὺς ἄρχοντας τῶν πονηρῶν δαιμόνων λέγων εἶναι τὸν Σάραπιν καὶ τὴν Ἑκάτην · ἡ δὲ θεία γραφὴ τὸν βελζεβούλ. ἄκουε δ’ ὅπως καὶ περὶ τούτου
b του γράφει ἐν τοῖς ‘‘Περὶ τῆς ἐκ λογίων φιλοσοφίας.”
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.