οὖν μόνος ἀνθρώπων, εἰ θεῷ μὲν, ὃν δὴ πρῶτον ἔφαμεν, ἑνί τε ὄντι κεχωρισμένῳ πάντων, μεθ᾿ ὃν γνωρίζεσθαι τοὺς λοιποὺς ἀναγκαῖον, μὴ θύοι τι τὴν ἀρχὴν, μήτε ἀνάπτοι πῦρ, μήτε καθόλου τι τῶν αἰσθητῶν ἐπονομάζοι· (δεῖται γὰρ οὐδενὸς οὐδὲ παρὰ
τῶν κρειττόνων ἤπερ ἡμεῖς, οὐδ᾿ ἔστιν ὃ τὴν ἀρχὴν ἀνίησι γῆ φυτὸν, ἢ τρέφει ζῷον, ἢ ἀὴρ, ᾧ μὴ πρόσ- εστί γέ τι μίασμα ·) μόνῳ δὲ χρῷτο πρὸς αὐτὸν ἀεὶ τῷ κρείττονι λόγῳ, λέγω δὲ τῷ μὴ διὰ στόματος ἰόντι, καὶ παρὰ τοῦ καλλίστου τῶν ὄντων διὰ τοῦ καλλί- στου τῶν ἐν ἡμῖν αἰτοίη τἀγαθά· νοῦς δέ ἐστιν οὑτος, 90
ὀργάνου μὴ δεόμενος. οὐκοῦν κατὰ ταῦτα ούδαμῶς d τῷ μεγάλῳ καὶ ἐπὶ πάντων θεῷ θυτέον."
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.