b πάντες χαλκῷ καὶ κασσιτέρῳ καὶ σιδήρῳ καὶ μολίβδῳ, ἐν μέσῳ καμίνου ἀργυρίου ἀναμεμιγμένοι εἰσί. διὰ τοῦτο εἰπὸν τάδε λέγει κύριος, ἀνθ’ ὧν ἐγένεσθε πάντες εἰς σύγκρασιν μίαν, διὰ τοῦτο ἐγὼ εἰσδέξομαι ὑμᾶς, καθὼς εἰσδέχεται ἄργυρος καὶ
χαλκὸς καὶ σίδηρος καὶ μόλιβδος καὶ κασσίτερος εἰς μέσον καμίνου, τοῦ ἐκφυσῆσαι εἰς αὐτοὺς πῦρ, τοῦ χωνευθῆναι” καὶ ὁ Πλάτων’ ὡσαύτως ἐπάκουσον ἁ φησιν
γὰρ δὴ πάντες οἱ ἐν τῇ πόλει ἀδελφοὶ, ὡς φήσομεν c πρὸς αὐτοὺς μυθολογοῦντες, ἀλλ’ ὁ θεὸς πλάττων, ὅσοι μὲν ὑμῶν ἱκανοὶ ἄρχειν, χρυσὸν ἐν τῇ γενέσει ξυνέμισγεν αὐτοῖς, διότι τιμιώτατοί εἰσιν· ὅσοι δ’ ἐπίκουροι, ἄργυρον· σίδηρον δὲ καὶ χαλκὸν τοῖς γεωργοῖς
καὶ τοῖς ἄλλοις δημιουργοῖς.
1 καὶ πρῶτον καὶ μάλιστα παραγγέλλει ὁ θεὸς ὅπως μηδενὸς οὕτω φύλακες ἀγαθοὶ γένωνται, μηδ’ οὕτω σφόδρα φυλάξωσι μηδὲν ὡς τοὺς ἐκγόνους, ὅ τι αὐτοῖς d τούτων ἐν ταῖς ψυχαῖς παραμέμικται, καὶ ἐὰν
σφέτερος ἔκγονος ὑπόχαλκος ἢ ὑποσίδηρος γένηται, 360 μηδενὶ τρόπῳ κατελεήσωσιν, ἀλλὰτὴν τῇ φύσει προσήκουσαν τιμὴν ἀποδιδόντες ὤσουσιν ἢ εἰς δημιουργοὺς ἢ γεωργοὺς, καὶ ἐὰν αὖ ἐκ τούτων ἢ ὑπόχρυσος ἢ ὑπάργυρος φυῇ τις, τιμήσαντες ἀνάξουσι τοὺς μὲν
εἰς φυλακὴν, τοὺς δ’ εἰς ἐπικουρίαν, ὡς χρησμοῦ ὄντος τότε τὴν πόλιν διαφθαρῆναι, ὅταν αὐτὴν ὁ σιδηροῦς φύλαξ ἢ ὁ χαλκοῦς διαφυλάξῃ. τοῦτον 614 οὖν τὸν μῦθον ὅπως ἂν πεισθεῖεν ἔχεις τινὰ μηχα- νῆν;”
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.