καὶ πάντως παρεχόμενα ποικιλίαν, ὥστ’ ἀπληστίαν εἶναί τινα τῶν ὕμνων τοῖς ᾄδουσι καὶ ἡδονήν.
ἔχει ἢ τὸ τῶν γυναικῶν; ἢ μακρολογῶμεν τήν τε ὑφαντικὴν λέγοντες καὶ τὴν τῶν ποπάνων τε καὶ ἑψημάτων θεραπείαν, ἐν οἶς δή τι δοκεῖ τὸ γυναικεῖον γένος εἶναι, οὗ καὶ καταγελαστότατόν ἐστι πάμπου ἡττώμενον;
κρατεῖται ἐν ἅπασιν, ὡς ἔπος εἰπεῖν, τὸ γένος τοῦ γένους· γυναῖκες μέντοι πολλαὶ πολλῶν ἀνδρῶν βελτόυς εἰς πολλά· τὸ δὲ ὅλον ἔχει ὡς σὺ λέγεις. Οὐδὲν ἄρα ἐστὶν, ὠ φίλε, ἐπιτήδευμα τῶν πόλιν διοικούντων γυναικὸς διότι γυνὴ, οὐδ’ ἀνδρὸς , διότι ἀνὴρ,
ἀλλ’ ὁμοίως διεσπαρμέναι αἶ φύσεις ἐν ἀμφοῖν τοῖν ζῴοιν , καὶ πάντων μὲν μετέχει γυνὴ ἐπιτηδευμάτων κατὰ φύσιν, πάντων δὲ ἀνὴρ, ἐπὶ πᾶσι δὲ ἀσθενέστερον γυνὴ ἀνδρός.
Ἀλλ’ ἔστι γὰρ, οἶμαι, ὡς φήσομεν, καὶ γυνὴ ἰατρικὴ, ἡ δ’ οὒ, καὶ μουσικὴ, ἡ δ’ ἄμουσος φύσει. Τί μήν; Καὶ γυμναστικὴ δὲ ἄρα οὐδὲ πολεμικὴ, ἡ δὲ ἀπόλεμος καὶ οὐ φιλογυμναστική; Οἶμαι ἔγωγε. Τί δέ; φιλόσοφός τε καὶ μισόσοφος; καὶ θυμοειδὴς, ἡ δὲ 609
ἄθυμός; Ἔστι καὶ ταῦτα.
ἐστί. Φαίνεται. Καὶ γυναῖκες ἄρα αἶ τοιαῦΟἶσθά 3 ται τοῖς τοιούτοις ἀνδράσιν ἐκλεκτέαι συνοικεῖν τε καὶ ξυμφυλάττειν, ἐπείπερ εἰσὶν ἱκαναὶ καὶ ξυγγενεῖς αὐτοῖς τὴν φύσιν.”
Οὐδ᾿ ἐλευθέρων καὶ δούλων μόνον, ἀλλὰ καὶ βαρβάρων Καὶ ῾Ελλήνων, εἰς τὴν κατὰ θεὸν παιδείαν τε καὶ φιλοσοφίαν.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.