τούτου μωρία παρὰ τῷ θεῷ ἐστί. γέγραπται γὰρ, ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω. ποῦ σοφός; ποῦ γραμματεύς; ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου ;”
διδασκόμεθα ἐν οἷς εἴρηται “σκοπούντων ἡμῶν οὐ τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα· τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώντα.”
τὸν καιρὸν, ὅτι αἱ ἡμέραι πονηραί εἰσι.’ καὶ “ἀρκετὸν τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς.” λέγει δὲ καὶ ὁ προφήτης ‘’ ἀρὰ καὶ κλοπὴ καὶ μοιχεία καὶ φόνος κέχυται ἐπὶ τῆς γῆς, καὶ αἵματα ἐφ’ αἵμασι μίσγουσι.
ὁ Μώσης “ὀπίσω κυρίου τοῦ θεοῦ σου πορεύσῃ, καὶ πρὸς αὐτὸν κολληθήσῃ. ” ὁ δ’ αὐτὸς μιμεῖσθαι τὸν b θεὸν διδάσκει λέγων ‘ἅγιοι ἔσεσθε) ὅτι κύριος ὁ θεὸς ἡμῶν ἅγιός ἐστι.”
παρορμῶν φησι “δίκαιος κύριος, καὶ δικαιοσύνας ἠγάπησεν.” ὁ δ’ αὐτὸς πλούτου καταφρονεῖν ἐπαίδευσε λέγων πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίαν. καὶ”μὴ φοβοῦ ὅταν πλουτήσῃ ἄνθρωπος, καὶ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ · ὅτι οὐκ ἐν τῷ
ἀποθνήσκειν αὐτὸν λήψεται τὰ πάντα, οὐδὲ συγκαταβήσεται αὐτῷ ἡ δόξα αὐτοῦ.”
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.