πρὸς πολέμιον διανοητέον, ἢ πῶς ἔτι λέγομεν;
1 2 σὰς, ὥστε ῥᾷον ἀνευρήσεις ὅτι νῦν δὴ ὀρθῶς ὑφ’ ἡμῶν ἐρρέθη τὸ πολεμίους εἶναι πάντας πᾶσι δημοσίᾳ τε καὶ ἰδίᾳ ἑκάστους αὐτοὺς σφίσιν αὐτοῖς.
ἐπὶ δὲ πᾶσι τούτοις λογισμὸς ὅ τί ποτ’ αὐτῶν ἄμεινον ἢ χεῖρον, ὃς γενόμενος δόγμα πόλεως κοινὸν νόμος ἐπωνόμασται.”
νεῦρα ἢ σμήρινθοί τινες ἐνοῦσαι σπῶσί τε ἡμὰς καὶ ἀλλήλαις ἀνθέλκουσιν ἐναντίαι οὖσαι ἐπ’ ἐναντίας πράξεις, οὗ δὴ διωρισμένη ἀρετὴ καὶ κακία κεῖται. μιᾷ γάρ φησιν ὁ λόγος δεῖν τῶν ἕλξεων ξυνεπόμενον ἀεὶ καὶ μηδαμῆ ἀπολειπόμενον ἐκείνης ἀνθέλκειν
τοῖς ἄλλοις νεύροις ἕκαστον, ταύτην δ’ εἶναι τὴν τοῦ 3 601 λογισμοῦ ἀγωγὴν χρυσῆν καὶ ἱερὰν, τῆς πόλεως κοινὸν νόμον ἐπικαλουμένην, ἄλλας δὲ σκληρὰς καὶ σιδηρᾶς, τὴν δὲ μαλακὴν ἅτε χρυσῆν οὖσαν, τὰς δὲ ἄλλας παντοδαποῖς εἴδεσιν ὁμοίας· δεῖν δὲ τῇ καλλίστῃ ἀγωγῇ τοῦ νόμου ἀεὶ ξυλλαμβάνειν· ἅτε γὰρ τοῦ
λογισμοῦ καλοῦ μὲν ὄντος, πράου τε καὶ οὐ βιαίου, δεῖσθαι ὑπηρετῶν αὐτοῦ τὴν ἀγωγὴν, ὅπως ἂν ἐν ἡμῖν τὸ χρυσοῦν γένος νικᾷ τὰ ἄλλα γένη. καὶ οὕτω δὴ περὶ θαυμάτων ὡς ὄντων ἡμῶν μῦθος ἀρετῆς σεσωσμένος ἂν εἴη, καὶ τὸ κρείττω ἑαυτοῦ καὶ ἥττω
b εἶναι τρόπον τινὰ φανερὸν ἂν γένοιτο μᾶλλον ὃ νοεῖ, καὶ ὅτι πόλιν καὶ ἰδιώτην, τὸν μὲν λόγον ἀληθῆ λαβόντα ἐν ἑαυτῷ περὶ τῶν ἕλξεων τούτῳ ἑπόμενον δεῖ 353 ζῆν
αὑτῇ τε ὁμιλεῖν καὶ ταῖς ἄλλαις πόλεσιν· οὕτω κακία δὴ καὶ ἀρετὴ σαφέστερον ἡμῖν διηρθρωμένον ἂν εἴη.”
τὸν ἔσω ἄνθρωπον, βλέπω δὲ ἕτερον νόμον ἐν τοῖς μέλεσί μου ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου.’ καὶ πάλιν “ μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων, ἢ καὶ ἀπολογουμένων,” ὅσα τε ἄλλα τούτοις παραπλήσια.
d
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.