καὶ μεταβολὴν ἔδει γίγνεσθαι καὶ δὴ καὶ τὸ γήινον ἤδη πᾶν ἀνάλωτο γένος, πάσας ἑκάστης τῆς ψυχῆς τὰς γενέσεις ἀποδεδωκυίας, καὶ ὅσα ἦν ἑκάστῃ προσταχθὲν , τοσαῦτα εἰς γῆν σπέρματα πεσούσης, b , τότε δὴ τοῦ παντὸς ὁ μὲν κυβερνήτης , οἷον
πηδαλίων οἴακος ἀφέμενος, εἰς τὴν αὐτοῦ περιωπὴν ἀπέστη, τὸν δὲ δὴ κόσμον πάλιν ἀνέστρεφεν εἱμαρμένη τε καὶ ξύμφυτος ἐπιθυμία.
μέρη τοῦ κόσμου τῆς αὐτῶν ἐπιμελείας. ὁ δὲ μεταστρεφόμενος καὶ ξυμβάλλων , ἀρχῆς τε καὶ τελευτῆς ἐναντίαν ὁρμὴν ὁρμηθεὶς, σεισμὸν πολὺν ἐν ἑαυτῷ ποιῶν , ἄλλην αὖ φθορὰν ζῴων παντοίων ἀπειργάσατο. c
γαλήνης ἐπιλαβόμενος , εἴς τε τὸν εἰωθότα δρόμον τὸν ἑαυτοῦ κατακοσμούμενος ᾔει, ἐπιμέλειαν καὶ κράτος ἔχων αὐτὸς τῶν ἐν αὐτῷ τε καὶ ἑαυτοῦ.”
καθορῶν ἐν ἀπορίᾳ ὄντα, κηδόμενος ἔνα μὴ χειμασθεὶς ὑπὸ ταραχῆς διαλυθεὶς εἰς τὸν τῆς ἀνομοιότητος ἄπειρον ὄντα τόπον δύῃ , πάλιν ἔφεδρος αὐτοῦ d τῶν πηδαλίων γενόμενος, τὰ νοσήσαντα καὶ λυθέντα ἐν τῇ καθ’ αὑτὸν προτέρᾳ περιόδῳ στρέψας, κοσμεῖ
τε καὶ ἐπανορθῶν ἀθάνατον αὐτὸν καὶ ἀγήρων ἀπεργάζεται. τοῦτο μὲν τέλος πάντων εἴρηται.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.