ἐκείνου τοὺς ἐριστικοὺς κινήσαντες λόγους πολὺν μὲν ἐνέβαλον ἴλιγγον τοῖς φιλοσόφοις , οὐ μὴν ἐπόρισύαν γέ τινα βοήθειαν.
καὶ δεινὸς ἀπορῆσαι περὶ παντὸς ὁτουοῦν ἐπεισήνεγκε τάς τε ἠθικὰς καὶ πολιτικὰς σκέψεις, ἔτι δὲ τὴν περὶ τῶν ἰδεῶν πρῶτος ἐπιχειρίσας ὁρίζεσθαι· πάντα δὲ ἐγείρων λόγον καὶ περὶ πάντων ζητῶν d ἔφθη τελευτήσας.
τινὰ περὶ ταῦτα διέτριψαν , οἶ μὲν ἰατρικὴν, οἷ δὲ τὰς μαθηματικὰς ἐπιστήμας , ἔνιοι δὲ περὶ τοὺς ποιητὰς καὶ τὴν μουσικήν. οἶ μέντοι πολλοὶ τὰς τῶν λόγων δυνάμεις ἐθαύμασαν , ὧν οἷ μὲν ῥήτορας, οἶ δὲ διαλεκτικοὺς προσεῖπον ἑαυτούς.
Σωκράτην διαδεξάμενοι καὶ πάνυ τινὲς ἐγένοντο παντοῖοι καὶ ὑπεναντίοι τὰς γνώμας. οἶ μὲν γὰρ κυνισμοὺς καὶ ἀτυφίας καὶ ἀπαθείας ὕμνουν, ἄλλοι δ’ αὖ πάλιν ἡδονάς. καὶ οἶ μὲν εἰδέναι πάντα ἐκόμπαζον, οἶ δὲ ἁπλῶς μηθέν.
511 καὶ ἐν ὄψει πάντων ἐκαλινδοῦντο , τοῖς πολλοῖς ἐξομιλοῦντες, ἄλλοι δ’ αὖ τοὐναντίον ἀπρόσιτοι καὶ ἀπροσαύδητοι διετέλουν ὄντες.
δὲ περὶ τῶν ἀνθρωπίνων, τρίτην δὲ τὴν περὶ τοὺς λόγους.
καὶ τὸν μέλλοντα τἀνθάδε κατόψεσθαι τὴν τῶν ὅλων φύσιν εἰδέναι πρότερον· μέρος τε εἶναι τῶν ὄντων τὸν ἄνθρωπον, καὶ τἀγαθὸν διττὸν, τὸ μὲν ἡμέτερον, τὸ δὲ τοῦ παντὸς, κυριώτερον δὲ τὸ τοῦ παντός· διὰ γὰρ ἐκείνου καὶ τοῦτο γίγνεσθαι.
δ’ Ἀριστόξενος ὁ μουσικὸς Ἰνδῶν εἶναι τὸν λόγον τοῦτον. ᾿Αθήνησι γὰρ ἐντυχεῖν Σωκράτει τῶν ἀνδρῶν ἐκείνων ἕνα τινὰ, κἄπειτα αὐτοῦ πυνθάνεσθαι τί ποιῶν φιλοσοφοίη· τοῦ δὲ εἰπόντος ὅτι ζητῶν περὶ τοῦ ἀνθρωπίνου βίου , καταγελάσαι τὸν Ἰνδὸν , λέ- c
γοντα μὴ δύνασθαί τινα τὰ ἀνθρώπινα καταδεῖν, ἀγνοοῦντά γε τὰ θεῖα.
γικῶν καὶ φυσικῶν μαθημάτων, τόνδε ἐπιστήσας τὸν τρόπον.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.