c ἀρχῆς τάξει τε καὶ ἀξίᾳ καθεστηκότα πρὸς θεὸν εἶναι καὶ θεὸν εἶναι· δι᾿ οὗ πάνθ᾿ ἁπλῶς γεγενῆ- σθαι· ἐν ᾧ τὸ γενόμενον ζῶν καἰ ζωὴν καὶ ὂν πεφυκέναι· καὶ εἰς τὰ σώματα πίπτειν , καὶ σάρκα ἐνδυσάμενον φαντάζεσθαι ἄνθρωπον , μετὰ τοῦ καὶ τηνικαῦτα δεικνύειν τῆς φύσεως τὸ μεγαλεῖον· ἀμέλει 318
καὶ ἀναλυθέντα πάλιν ἀποθεοῦσθαι, καὶ θεὸν εἶναι, οἷος ἢν πρὸ τοῦ εἰς τὸ σῶμα καὶ τὴν σάρκα καὶ τὸν ἄνθρωπον καταχθῆναι. ”
θεολογίας δῆλα ἂν εἴη. ὁ δέ γε βάρβαρος τίς ἦν αὐτῷ εἰ μὴ ὁ τοῦ σωτῆρος ἡμῶν εὐαγγελιστὴς Ἰωάννης , Ἐβραῖος ὢν ἐξ Ἑβραίων ;
θεὸς ἦν ὁ λόγος · οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν. πάντα δι’ αὐτὸν ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν, ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ ὁ λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν
αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός.”
τῆς γῆς , εἴτε ὁρατὰ εἴτε ἀόρατα · καὶ πάντα δι’ αὐτοῦ συνέστηκε, καὶ τὰ πάντα ἐν αὐτῷ ἐκτίσθη, τά τε ὁρατὰ καὶ τὰ ἀόρατα.”
μετίωμεν δῆτα καὶ ἐφ’ ἕτερα.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.