φορὰς τῆς ἀιδίου βλέπων, καὶ θεοὺς τοὺς ἐν αὐτῷ, τοὺς μὲν ὁρωμένους , τοὺς δὲ καὶ ἀφανεῖς ὄντας, καὶ δαίμονας καὶ ζῷα φυτά τε πάντα, ἐπὶ τὸ ἀρχέτυπον αὐτοῦ καὶ τὸ ἀληθινώτερον ἀναβὰς, κἀκεῖ πάντα ἰδέτω νοητὰ, καὶ παρ’ αὐτῶν ἀί·δια ἐν οἰκείᾳ συνέσει
c καὶ ζωῇ, καὶ τούτων τὸν ἀκήρατον νοῦν προστάτην καὶ σοφίαν ἀμήχανον.”
εἶναι τοῦτον, ὁ τὸν ἀριθμὸν ποιῶν· ὁ γὰρ ἀριθμὸς οὐ πρῶτος· καὶ γὰρ πρὸ τῆς δυάδος τὸ ἴν· δεύτερον δὲ δυὰς, καὶ παρὰ τοῦ ἑνὸς γενομένη.
περίλαμψιν ἐξ αὐτοῦ μὲν, ἐξ αὐτοῦ δὲ μένοντος· οἶον ἡλίου τὸ περὶ αὐτὸν λαμπρὸν φῶς περιθέον, ἐξ d αὐτοῦ ἀεὶ γεννώμενον , μένοντος δέ.
δυνάμεως δίδωσιν αὐτῶν ἐξηρτημένην ὑπόστασιν, εἰκόνα οὖσαν οἶον ἀρχετύπων , ὧν ἐξέφυ.
1 περὶ αὐτὰ, ὧν ἀπολαύει ὑποστάντων ὅ τι πλησίον.
μηδὲν ἀπ’ αὐτοῦ, ἢ τὰ μέγιστα μετ’ αὐτό. μέγιστον δὲ μετ’ αὐτὸν νοῦς καὶ δεύτερον. καὶ γὰρ ὁρᾷ ὁ νοῦς ἐκεῖνον, καὶ δεῖται αὐτοῦ μόνου, ἐκεῖνος δὲ τούτου οὐδέν. καὶ τὸ γεννώμενον ἀπὸ κρείττονος νοῦ νοῦν εἶναι· καὶ κρείττων ἁπάντων νοῦς, ὅτι
τἄλλα μετ’ αὐτόν.”
ἐξ ἀνάγκης σύνεστιν αὐτῷ, ὡς τῇ ἑτερότητι μόνον κεχωρίσθαι. εἰκόνα δὲ ἐκείνου εἶναι λέγομεν τὸν νοῦν. δεῖ γὰρ σαφέστερον λέγειν.”
περὶ τὸν πάντων βασιλέα φησὶ τὰ πρῶτα · καὶ δεύτερον περὶ τὰ δεύτερα, καὶ περὶ τὰ τρίτα τρίτον. λέγει δὲ καὶ τοῦ αἰτίου εἶναι πατέρα, αἴτιον μὲν τὸν νοῦν λέγων· δημιουργὸς γὰρ ὁ νοῦς αὐτῷ. c
ἐκείνῳ. τοῦ δὲ αἰτίου νοῦ ὄντος, πατέρα φησὶ τἀγαθὸν καὶ τὸ ἐπέκεινα νοῦ καὶ ἐπέκεινα οὐσίας. πολλαχοῦ δὲ τὸ ὂν καὶ τὸν νοῦν τὴν ἰδέαν λέγει. ὥστε Πλάτωνα εἰδέναι ἐκ μὲν τοῦ ἀγαθοῦ τὸν νοῦν, ἐκ δὲ τοῦ νοῦ τὴν ψυχήν· καὶ εἶναι τοὺς λόγους
τούσδε μὴ καινοὺς, μηδὲ νῦν, ἀλλὰ πάλαι μὲν εἰρῆσθαι μὴ ἀναπεπταμένως· τοὺς δὲ νῦν λόγους ἐξηγητὰς ἐκείνων γεγονέναι, μαρτυρίοις πιστωσαμένους τὰς δόξας ταύτας παλαιὰς εἶναι τοῖς αὐτοῦ Πλάπωνος γράμμασι.”
μηνεύει
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.