τῷ ἐνεστῶτι μόνῳ.
ἐπαγγέλλεται δὲ οἷός τε ἔσεσθαι ἥξειν εἰς τὸ εἷναι.
δὲ οὕτως ἔχει σχολῇ γ’ ἂν ἄλλο τι εἷναι δύναιτο, τοῦ ὄντος αὐτοῦ μὴ ὄντος κατὰ αὐτὸ τὸ ὄν. τὸ γὰρ ὂν ἀίδιόν τε βέβαιόν τε ἐστὶν, ἀεὶ κατὰ ταὐτὸν, οὐδὲ γέγονε μὲν, ἐφθάρη δὲ, οὐδ’ ἐμεγεθύνετο μὲν, ἐμειώθη δέ· οὐδὲ μὴ ἐγένετό πω πλέον, ἢ ἔλασσον· καὶ μὲν δὴ τά τε ἄλλα καὶ οὐδὲ τοπικός κινηθήσεται.
526 οὐδ’ εἰς δεξιὰ, οὐδ’ εἰς ἀριστερὰ μεταβήσεταί ποτε τὸ ὄν· οὔτε περὶ τὸ μέσον ποτε ἑαυτοῦ κινηθήσεται, ἀλλὰ μᾶλλον καὶ ἐστήξεται καὶ ἀραρός τε καὶ ἑστήκὸς ἔσται κατὰ ταὐτὰ ἔχον ἀεὶ καὶ ὡσαύτως.”
μὴ γελασάτω τις, ἐὰν γῶ τοῦ ἀσωμάτου εἶναι ὄνομα οὐσίαν καὶ ὄν. ἡ δὲ αἰτία τοῦ ὄντος ὀνόματός ἐστι τὸ μὴ γεγονέναι, μηδὲ φθαρήσεσθαι, μηδ’ ἄλλην μήτε κίνησιν μηδεμίαν δέχεσθαι μήτε μεταβολὴν κρείττω ἢ φαύλην · εἶναι δὲ ἁπλοῦν καὶ ἀναλλοίωτον,
καὶ ἐν ἰδέᾳ τῇ αὐτῇ, καὶ μήτε ἐθελούσιον ἐξίστασθαι τῆς ταὐτότητος μήθ’ ὑφ’ ἑτέρου προσαναγκάξεσθαι. c
τοῖς δόγμασι τοῖς Πλάτωνος εἰ μὴ συμβαίνει, ἀλλ’ ἑτέρου γ’ ἐχρῆν οἴεσθαί τινος ἀνδρὸς μεγάλου, μέγα δυναμένου , οἵου Πυθαγόρου.
τὸ δ’ αὖ δόξῃ μετὰ αἰσθήσεως ἀλόγου δοξαστὸν, γινόμενον καὶ ἀπολλύμενον , ὄντως δὲ οὐδέποτε ὅν.”
“διότι ἐγὼ κύριος ὁ θεὸς ὑμῶν, καὶ οὐκ ἠλλοίωμαι ·
ἐν τῷ Περὶ τοῦ Εἶ τοῦ ἐν Δελφοῖς τὴν διάνοιαν ἐφερμηνεύειν, τάδε λέγων πρὸς λέξιν
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.