Μώσης καὶ Ὅμηρος. τῷ γὰρ ἑκάτερον αὐτῶν εἶναι παλαίτατον , καὶ τὸν μὲν ποιητῶν καὶ ἱστορικῶν εἶναι πρεσβύτατον, τὸν δὲ πάσης σοφίας βαρβάρου ἀρχηγὸν, καὶ ὑφ’ ἡμῶν νῦν εἰς σύγκρισιν παραλαμβανέσθωσαν.
παιδείας τὰ παρ’ ἡμῖν, ἔτι δὲ καὶ τῆς τῶν γραμμάτων εὑρέσεως ἀνώτερα· μάρτυράς τε οὐ τοὺς οἴκοι παραλήψομαι , βοηθοῖς δὲ μᾶλλον Ἕλλησι καταχρήσομαι. τὸ μὲν γὰρ ἄγνωμον, ὃτι μηδ’ ὑφ’ ὑμῶν παραδεκτὸν· τὸ δὲ, ἂν ἀποδεικνύηται, θαυμαστὸν,
ὁπόταν ὑμῖν διὰ τῶν ὑμετέρων ὅπλων ἀντερείδων 289 1 ἀνυπόπτους καθ᾿ ὑμῶν τοὺς ἐλέγχους παραλαμβάνω.
ὁ Κολοφώνιος, Ἡρόδοτός τε Ἁλικαρνασεὺς, καὶ Διονύσιος 492 Ὀλύνθιος· μετὰ δὲ ἐκείνους Ἔφορος ὁ Κυμαῖος, καὶ Φιλόχορος ὁ Ἀθηναῖος, Μεγακλείδης τε καὶ Χαμαιλέων οἱ περιπατητικοί· ἔπειτα γραμματικοὶ, Ζηνόδοτος, Ἀριστοφάνης, Καλλίμοχος, Κράτης,
Ἐρατοσθένης, Ἀρίσταρχος, Ἀπολλόδωρος.
οἱ δὲ περὶ τὸν Ἀρίσταρχον κατὰ τὴν Ἰωνικὴν ἀποικίαν, ἥ ἐστι μετὰ ἑκατὸν τεσσαράκοντα ἔτη τῶν Ἰλιακῶν· Φιλόχορος δὲ μετὰ τὴν Ἰωνικὴν ἀποικίαν ἔτεσι μ΄, ἐπὶ ἄρχοντος Ἀθήνησιν Ἀρξίππου, τῶν Ἰλιακῶν ὕστερον ἔτεσιν ἑκατὸν ὀγδοήκοντα· οἱ δὲ περὶ Ἀπολλόδωρον
μετὰ τὴν Ἰωνικὴν ἀποικίαν ἔτεσιν ἑκατὸν, ὃ γένοιτ᾿ ἂν ὕστερον τῶν Ἰλιακῶν ἔτεσι διακοσίοις τεσσαράκοντα· τινὲς δὲ πρὸ τῶν Ὀλυμπιάδων ἔφα- c σαν αὐτὸν γεγονέναι, τουτέστι μετὰ τὴν Ἰλίου ἅλωσιν ἔτεσι τετρακοσίοις· ἕτεροι δὲ κάτω τὸν χρόνον
ὑπήγαγον, σὺν Ἀρχιλόχῳ γεγονέναι τὸν Ὅμηρον εἰπόντες· ὁ δὲ Ἀρχίλοχος ἤκμασε περὶ Ὀλυμπιάδα τρίτην καὶ εἰκοστὴν, κατὰ Γύγην τὸν Λυδὸν, ὕστερον τῶν Ἰλιακῶν ἔτεσι πεντακοσίοις.
Ὁμήρου, στάσεως τε καὶ τῶν εἰπόντων τὰ περὶ αὐτὸν ἀσυμφωνίας τοῖς ἐπ᾿ ἀκριβὲς ἐξετάζειν δυνα- μένοις αὐταρκῶς ἡμῖν ὡς ἐπὶ κεφαλαίῳ εἰρήσθω. δυνατὸν γὰρ παντὶ ψευδεῖς ἀποφαίνεσθαι καὶ τὰς περὶ τοὺς λόγους δόξας. παρ’ οἷς γὰρ ἀσυνάρητός d ἐστιν ἡ τῶν χρόνων ἀναγραφὴ , παρὰ τούτοις οὐδὲ
τὰ τῆς ἱστορίας ἀληθεύειν δύναται.
συνεστρατεῦσθαι, κἂν βούληταί τις, καὶ πρὶν τῶν στοιχείων τὴν εὕρεσιν γεγονέναι· φανήσεται γὰρ ὁ προειρημένος Μώσης αὐτῆς μὲν τῆς Ἰλιακῆς ἁλώσεως πρεσβύτερος πάνυ πολλοῖς ἔτεσι, τῆς δὲ γεγονυίας Ἰλίου κτίσεως καὶ τοῦ Τρωὸς καὶ
Δαρδάνου λίαν ἀρχαιότερος.
ἀνὴρ Βαβυλώνιος, ἱερεὺς τοῦ παρ’ αὐτοῖς 493 Βήλου, κατὰ Ἀλέξανδρον γενόμενος, Ἀντιόχῳ τῷ μετὰ Σέλευκον τρίτῳ τὴν Χαλδαίων ἱστορίαν ἐν τρισὶ βιβλίοις κατατάξας καὶ τὰ περὶ τῶν βασιλέων ἐκτιθέμενος ἀφηγεῖταί τινος αὐτῶν ὄνομα Ναβουχοδονόσορ,
, τοῦ συστρατεύσαντος ἐπὶ Φοίνικας καὶ Ἰουδαίους, ἅτινα διὰ τῶν καθ’ ἡμᾶς προφητῶν ἴσμεν κεκηρυγμένα, γεγονότα μὲν πολὺ τῆς Μώσεως ἡλικίας κατώτερα, πρὸ δὲ τῆς Περσῶν ἡγεμονίας ἔτεσιν ἑβδομήκοντα.
καὶ τούτου τεκμήριον Ἰόβας, ὃς Περὶ Ἀσσυρίων· b γράφων παρὰ βηρωσσοῦ φησι μεμαθηκέναι τὴν ἱστορίαν· εἰσὶ δ’ αὐτῷ βίβλοι Περὶ Ἀσσυρίων δύο.”
290 c
ὕλην εἰς τὴν τοῦ νεὼ κατασκευὴν ἐδωρήσατο.
ἡλικίας.”
Ἀμῶσιν Αἰγύπτου βασιλέα γεγονέναι Ἰουδαίοις φησὶ τὴν ἐξ Αἰγύπτου πορείαν εἰς ἅπερ ἤθελον χωρία, Μώσεως ἡγουμένου.
τῇ τετάρτῃ τῶν Αἰγυπτιακῶν (πέντε δέ εἰσιν αὐτῷ γραφαί) πολλὰ μὲν καὶ ἄλλα, φησὶ δ’ ὅτι κατέσκαψε τὴν Αὔαριν Ἄμωσις, κατὰ τὸν Ἀργεῖον γενόμενος Ἴναχον, ὡς ἐν τοῖς Χρόνοις ἀνέγραψεν ὁ Μενδήσιος 494 Πτολεμαῖος.
Ἰλίου ἁλώσεως ἀποπληροῖ γενεὰς εἴκοσι. καὶ τὰ τῆς ἀποδείξεως τοῦτον ἔχει τὸν τρόπον.”
Θυέστης, Ἀγαμέμνων, οὗ κατὰ τὸ ὀκτωκαιδέκατον ἔτος τῆς βασιλείας Ἴλιον ἑάλω.
παραδοὺς μετὰ πολλὰς γενεὰς τῆς Βοιωτίας ἐπέβη.
ἐστι τῶν Ἰλιακῶν ἔτεσι τετρακοσίοις.
ἐγράφησάν τε καὶ γινώσκονται , δῆλον ὡς καὶ μετὰ Μωσέα.
καὶ Ἐπιμηθεὺς καὶ Ἄτλας καὶ ὁ διφυὴς Κέκροψ καὶ ἡ Ἰώ·
τῆς Δαρδανίας κτίσις, ἥ τε ἐκ Φοινίκης τῆς Εὐρώπης εἰς τὴν Κρήτην ἀνακομιδή·
καὶ ὁ δεύτερος Κέκροψ, αἵ τε Περσέως πράξεις· κατὰ δὲ τὴν Ἀγαμέμνονος βασιλείαν Ἴλιον ἐάλω.”
291 μᾶλλον ἤπερ τοῖς ἀπὸ πηγῆς ἀρυσαμένοις Ἕλλησιν οὐ κατ᾿ ἐπίγνωσιν τἀκείνου δόγματα.
πρῶτον μὲν ἵνα τι λέγειν ἴδιον νομισθῶσι, b δεύτερον δ᾿ ὅπως τὰ ὅσα μὴ συνίεσαν, διά τινος ἐπιπλάστου ῥητολογίας παρακαλύπτοντες, ὡς μυθολογίαν τὴν ἀλήθειαν παραβραβεύσωσι.”
ἱστορίας τε τῆς κατὰ τοὺς ἡμετέρους νόμους, ὅσα τε εἰρήκασιν οἱ παρὰ τοῖς Ἕλλησι λόγιοι, καὶ πόσοι καὶ τίνες εἰσὶν οἱ μνημονεύσαντες, ἐν τῷ πρὸς τοὺς ἀποφηναμένους τὰ περὶ θεοῦ δειχθήσεται·
ὡς οὐχ Ὁμήρου μόνον πρεσβύτερός ἐστιν ὁ Μωσῆς, ἔτι δὲ καὶ τῶν πρὸ αὐτοῦ συγγραφέων, Λί- c νου, Φιλάμμονος, Θαμύριδος, Ἀμφίονος, Ὀρφέως, Μουσαίου, Δημοδόκου, Φημίου, Σιβύλλης, Ἐπιμενίδου τοῦ Κρητὸς, ὅστις εἰς τὴν Σπάρτην ἀφίκετο,
Ἀρισταίου τοῦ Προκοννησίου, καὶ τοῦ τὰ Ἀριμάσπια συγγράψαντος, Ἀσβόλου τε τοῦ Κενταύρου, καὶ Ἰσα- τιδος, Δρυμῶνός τε καὶ Εὔκλου τοῦ Κυπρίου, καὶ Ὥρου τοῦ Σαμίου, καὶ Προναπίδου τοῦ Ἀθηναίου.
γενεᾷ. τοῦτο δέ ἐστι φανερὸν ἀπὸ τοῦ παιδὸς αὐτοῦ d Τληπολέμου, τοῦ στρατεύσαντος ἐπὶ Ἴλιον.
κατὰ τὴν Πεισιστρατιδῶν ἀρχὴν, περὶ τὴν πεντηκοστὴν Ὀλυμπιάδα.
αὐτὸν τὸν Τρωϊκὸν πόλεμον γεγόνασι · διέτριβον γὰρ ὁ μὲν παρὰ τοῖς μνηστῆρσιν, ὁ δὲ παρὰ τοῖς Φαίαξι. καὶ ὁ Θάμυρις καὶ ὁ Φιλάμμων οὐ πολὺ τούτων εἰσὶν ἀρχαιότεροι.
αὐτῶν, ὡς οἶμαι, σφόδρα μετὰ πάσης ὑμῖν ἀκριβείας ἀνεγράψαμεν· ἔνα δὲ καὶ τὸ μέχρι νῦν ἐνδέον ἀποπληρώσωμεν . ἔτι καὶ περὶ τῶν νομιζομένων σοφῶν ποιήσομαι τὴν ἀπόδειξιν.
νομοθεσίας , ἐπὶ Λυγκέως τοῦ μετὰ Δαναὸν βασιλεύσαντος γέγονεν, ἑνδεκάτῃ γενεᾷ μετὰ Ἴναχον. Λυκοῦργος δὲ, πολὺ μετὰ τὴν Ἰλίου γεννηθεὶς ἂλωσιν, πρὸ τῶν Ὀλυμπιάδων ἔτεσιν ἑκατὸν νομοθετεῖ b Λακεδαιμονίοις.
τριακοστὴν καὶ ἐνάτην εὑρίσκεται γεγονώς· Σόλων δὲ περὶ μς΄· Πυθαγόρας κατὰ τὴν ἑξηκοστὴν δευτέραν. τὰς δὲ Ὀλυμπιάδας ὕστερον τῶν Ἰλιακῶν ἔτεσιν ἀπεδείξαμεν γεγονυίας τετρακοσίοις ἑ.
καὶ τὰ περὶ τῶν μετ’ αὐτὸν σχεδὸν ἡμῖν συντομως εἴρηται.
μὲν τὰ ὑμέτερα, δεύτερον δὲ ἅτινα νῦν κηρύττειν ἐπαγγέλλομαι. γινώσκων δὲ λοιπὸν τίς ὁ θεὸς καὶ τίς ἡ κατ’ αὐτὸν ποίησις ἕτοιμον ἐμαυτὸν ὑμῖν πρὸς τὴν ἀνάκρισιν τῶν δογμάτων παρίστημι, μενούσης μοι τῆς κατὰ θεὸν πολιτείας ἀνεξαρνήτου.”
292
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.