τὴν δεισιδαίμονα πλάνην τῆς παλαιᾶς εἰδωλο- λατρίας, ᾗ τὸ σύμπαν ἀνθρώπων γένος δαιμόνων ἀνάγκαις πάλαι πρότερον κατετρύχετο· ἧς ὥσπερ ἀπὸ σκοτίας ζοφωδεστάτης Ἓλληνας ὁμοῦ ὁμοῦ καὶ βαρβάρους δυνάμει θείᾳ μεταστησάμενος ἐπὶ νοερὰν καὶ φωτεινοτάτην
c ἡμέραν τῆς ἀληθοῦς. εὐσεβείας τοῦ παμβασιλέως θεοῦ τοὺς πάντας μετηγάγετο.
τῆς παρούσης ὑποθέσεως αὐτὸ δὴ τοῦτο κα- θόλου πραγματευομένης, τοὺς μὲν ἐπιτηδείως ἒχοντας ἕπεσθαι λόγων ἀποδείξεσι προτρέπομεν καὶ παρακαλοῦμεν φρονήσεως ἐπιμέλεσθαι, καὶ λογικώτερον τῶν δογμάτων τὰς ἀποδείξεις παραλαμβάνειν, ἑτοίμους
τε εἶναι πρὸς ἀπολογίαν παντὶ τῷ ἐπερωτῶντι d ἡμᾶς τὸν λόγον τῆς καθ’ ἡμὰς ἐλπίδος.
καὶ τὸν ἀμαθῆ καὶ ἰδιώτην ἐπὶ τὴν τῶν τρόπων θε- ραπείαν παρακαλοῦντος, εἰκότως ἐν εἰσαγωγῇ τοὺς ἀρχομένους τῶν ἰδιωτικωτέρων γύναια καὶ παῖδας καὶ τὸ τῶν ἀγελαίων πλῆθος ἐπὶ τὸν εὐσεβῆ βίον χειραγωγοῦντες, ὡς ἐν φαρμάκου μοίρᾳ, τὴν ὑγιῆ
πίστιν παραλαμβάνομεν, ὀρθὰς δόξας περὶ θεοῦ προνοίας καὶ περὶ ψυχῆς ἀθανασίας καὶ περὶ τοῦ κατ’ 15 ἀρετὴν βίου ἐντιθέντες αὐτοῖς.
πάντα λογικῶς χειρουργοῦντας, τούς γε μὴν ἐπὶ θεραπείᾳ προσιόντας αὐτοῖς πίστει ἑαυτοὺς καὶ τῇ τῶν χρηστοτέρων ἐλπίδι παρέχοντας, καὶ τῶν μὲν κατὰ τὴν ἐπιστήμην θεωρημάτων μηδὲν ἀκριβῶς ἐπαΐοντας, μόνης δὲ τῆς ἀγαθῆς ἐλπίδος τε καὶ πίστεως
ἐξηρτημένους;
οὕτω
ὁ δὲ τὸν κυνικὸν ζηλοῖ βίον, ἄλλος κατὰ Πλάτωνα φιλοσοφεῖ, κατ’ Ἀριστοτέλην ἕτερος, καὶ πάλιν ἄλλος πάντων τὰ Στωïκὰ προετίμησεν, ἑκάστου χρηστοτέρᾳ ἐλπίδι τε καὶ πίστει τὸ δόξαν ὡς συνοῖσον ἀγαπήσαντος.
τὰς μέσας μετῆλθον, καὶ ἄλλοι τὸν στρατιωτικὸν, ἂλλοι δὲ τὸν ἐμπορικὸν βίον, πίστει πάλαι προειληφότες βιοποιστικὸν αὐτοῖς ἔσεσθαι τὸ ἐπιτήδευμα. καὶ γάμων δὲ αἶ πρῶται σύνοδοι καὶ κοινωνίαι τῆς κατὰ παιδοποιίαν ἐλπίδος ἐξ ἀγαθῆς ἐνήρξαντο πίστεως. d
πάλιν τὴν ἐλπίδα καὶ τὴν πίστιν ἀγαθὰς ὁδηγοὺς ἑαυτῷ συνεπάγεται.
παραδίδοται; οἶς οὐ σχολὴ λογικώτερον τὰ κατὰ μέρος παιδεύεσθαι, τοῖς δὲ καὶ τοὺς λόγους αὐ- τοὺς πάρεστι μετιέναι καὶ τὰς ἀποδείξεις τῶν πρεσβευομένων μανθάνειν;
ἄχρηστον προγεγυμνασμένων ἀνίωμεν ἐπὶ τὴν πρώτην κατηγορίαν, καὶ τίνες ὄντες καὶ πόθεν ὁρμώμενοι τοῖς διερωτῶσιν ἀποκρινούμεθα. ὅτι μὲν οὖν τὸ b γένος Ἕλληνες ὄντες καὶ τὰ Ἑλλήνων φρονοῦντες ἐκ παντοίων τε ἐθνῶν ὡς ἂν νεολέκτου στρατιὰς λογάδες
συνειλεγμένοι τῆς πατρίου δεισιδαιμονίας ἀποστάται καθεστήκαμεν οὐδ’ ἂν αὐτοί ποτε ἀρνηθείημεν· ἀλλὰ καὶ ὅτι Ἰουδαïκαῖς βίβλοις προσανέχοντες κἀκ τῶν παρ’ αὐτοῖς προφητειῶν τὰ πλεῖστα τοῦ καθ’ ἡμᾶς λόγου συνάγοντες οὐκέθ’ ὁμοίως ζῆν
τοῖς ἐκ περιτομῆς προσφιλὲς ἡγούμεθα, καὶ τοῦτ’ c ἂν αὐτόθεν ὁμολογήσαιμεν.
ὑπ’ ὄψιν τῶν ἐντευξομένων; οὕτω γὰρ ἂν γένοιτο φανερὰ καὶ τῆς εὐαγγελικῆς ἀποδείξεως ἡ θεία δύναμις, εἰ τοῖς πᾶσι πρὸ ὀφθαλμῶν τεθείη, τίνων καὶ ὁποίων κακῶν τὴν ἴασιν εὐαγγελίζεται.
ἀποδειχθείσης; τίνι τε λόγῳ τὰς παρ’ αὐτοῖς γραφὰς ἀσπαζόμενοι τὸν ὅμοιον τοῦ βίου τρόπον ἀποκλίνομεν καλῶς ἂν ἔχοι διελθεῖν, καὶ ἐπὶ πᾶσι τίς ὁ καθ’ d 12 ἡμᾶς τῆς εὐαγγελικῆς ὑποθέσεως λόγος καὶ τίς ἂν κυρίως λεχθείη ὁ χριστιανισμὸς, οὔθ’ Ἑλληνισμὸς
ὢν οὔτε Ἰουδαïσμὸς, ἀλλά τις καινὴ καὶ ἀληθὴς θεοσοφία, ἐξ αὐτῆς τῆς προσηγορίας τὴν καινοτομίαν ἐπαγομένη.
τάς τε σεμνὰς τῶν γενναίων φιλοσόφων περί τε κόσμου συστάσεως καὶ περὶ θεῶν διαλήψεις, ἵνα γνῶμεν εἴτε καὶ ὀρθῶς ἀπέστημεν αὐτῶν, εἴτε καὶ μή.
τὴν περὶ οὕς φασι θεοὺς εὐσέβειαν περισπούδαστου πεποιημένων, ὡς ἂν ὁ λόγος ἀπάσης ἐκτὸς τῆς περὶ τοῦ πλάττεσθαι ἡμὰς ὑπονοίας κατασταίη.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.