τοὺς αἰκιζομένους , ἢ δακρῦσαι ὑπομένουσι , μειδιῶντες δὲ ἐν ταῖς ἀλγηδόσι, καὶ κατειρωνευόμενοι τῶν τὰς βασάνους προσφερόντων , εὔθυμοι τὰς ψυχὰς ἠφίεσαν, ὡς πάλιν κομιούμενοι· καὶ γὰρ ἔρρωται παρ’ αὐτοῖς ἥδε ἡ δόξα, φθαρτὰ μὲν εἶναι τὰ δὠματα,
μάτα, καὶ τὴν ὕλην οὐ μόνιμον αὐτῶν, τὰς δὲ ψυχὰς ἀθανάτους ἀεὶ διαμένειν· καὶ συμπλέκεσθαι μὲν ἐκ τοῦ λεπτοτάτου φοιτώσας αἰθέρος, ῥύμῃ φυσικῇ κατασρωμένας, ἐπειδὰν δ’ ἀνεθῶσι τῶν κατὰ σάρκα d δεσμῶν, οἶον δὴ μακρᾶς δουλείας ἀπηλλαγμένας,
τότε χαίρειν καὶ μετεώρους φέρεσθαι.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.