καὶ μήτε κατὰ γνώμην βλάψειν τινὰ μήτ’ ἐξ ἐριτάυματος, μισήσειν δ’ ἀεὶ τοὺς ἀδίκους καὶ συναδικεῖσθαι τοῖς δικαίοις · τὸ πιστὸν πᾶσι μὲν παρέξειν, μάλιστα δὲ τοῖς κρατοῦσιν· οὐ γὰρ δίχα θεοῦ περιγίγνεσθαί τινι τὸ ἄρχειν. κἂν αὐτὸς ἄρχῃ , μηδεπώποτε
ἐξυβρίσαι εἰς τὴν ἐξουσίαν, μηδὲ ἐσθῆτι , ἤ τινι πλέονι κόσμῳ τοὺς ὑποτεταγμένους ὐπερλαμπρύνεσθαι· τὴν ἀλήθειαν ἀγαπᾶν ἀεὶ καὶ τοὺς ψευδομένους προβάλλεσθαι · χεῖρας κλοπῆς καὶ ψυχὴν ἀνοσίου κέρδους καθαρὰν φυλάξειν, καὶ μήτε κρύψειν
τι τοὺς αἱρετιστὰς μήθ’ ἑτέροις αὐτῶν τι μηνύσειν, 239 κἂν μέχρι θανάτου τις βιάζηται.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.