“ Ταῦτα δέ φησιν οὕτω καὶ Ἐζεκιῆλος ἐν τῇ Ἐξαγωγῇ λέγων, περὶ μὲν τῶν σημείων τὸν θεὸν παρεισάγων
ἐν τῇδε ῥάβδῳ πάντα ποιήσεις κακά ’
πρῶτον μὲν αἷμα ποτάμιον ῥυήσεται,
πηγαί τε πᾶσαι χυδάτων συστήματα •
b
βατράχων τε πλῆθος καὶ σκνίπας ἐμβαλῶ χθονί.
ἔπειτα τέφραν οἶς καμιναίαν πάσω,
ἀναβλύσει δείν’ ἐν βροτοῖς ἕλκη πικρά.
κυνόμυια δ’ ἥξει, καὶ βροτοὺς Αἰγυπτίων
πολλοὺς κακώσει. μετὰ δὲ ταῦτ’ ἔσται πάλιν
λοιμὸς, θανοῦνται δ’ οἶς ἔνεστι καρδία
σκληρά· πικρανῶ δ’ οὐρανόν· χάλαζα νῦν
σὺν πυρὶ πεσεῖται, καὶ νεκροὺς θήσει βροτούς.
c
καρποί τ’ ὀλοῦνται, τετραπόδων τε σώματα·
σκότος δὲ θήσω τρεῖς ἐφ’ ἡμέρας ὅλας,
ἀκρίδας τε πέμψω. καὶ περισσὰ βρώματα
ἅπαντ’ ἀναλώσουσι καἰ καρποῦ χλόην.
ἐπὶ πᾶσι τούτοις τέκν’ ἀποκτενῶ βροτῶν
πρωτόγονα. παύσω δ’ ὕβριν ανθρώπων κακῶν.
Φαραὼ δὲ βασιλεὺς πείσετ’ οὐδὲν ὣν λέγω,
d
πλὴν τέκνον αὐτοῦ πρωτόγονον ἕξει νεκρόν·
καὶ τότε φοβηθεὶς λαὸν ἐκπέμψει ταχύ ·
πρὸς τοῖσδε λέξεις πᾶσιν Ἑβραίοις ὁμοῦ
ο μεὶς ὅδ’ ὑμῖν πρῶτος ἐνιαυτοῦ πέλει·
ἐν τῶδ’ ἀπάξω λαὸν εἰς ἄλλην χθόνα,
εἰς ἣν ὑπέστην πατράσιν Ἑβρκαίων γένους.’
λέξεις δὲ λαῷ παντὶ, μηνὸς οὑ λέγω
443
διχομηνίᾳ, τὸ πάσχα θύσαντας θεῷ
τῇ πρόσθε νυκτὶ, αἵματι ψαῦσαι θύρας,
ὅπως παρέλθῃ σῆμα δεινὸς ἄγγελος.
ὑμεῖς δὲ νυκτὸς ὀπτὰ δαίσεσθε κρέα.
σπουδῇ δὲ βασιλεὺς ἐκβαλεῖ πρόπαντ’ ὄχλον.
ὅταν δὲ μέλλητ’ ἀποτρέχειν, δώσω χάριν
260
λαῷ, γυνή τε παρὰ γυναικὸς λήψεται
σκεύη, κόσμον τε πάνθ’ , ὃν ἄνθρωπος φέρει,
b
χρυσόν τε καὶ ἄργυρον ἠδὲ καὶ στολὰς, ἴνα
ἀνθ’ ὧν ἔπραξαν μισθὸν ἀποδῶσιν βροτοῖς.
ὅταν δ’ ἐς ἴδιον χῶρον εἰσέλθηθ’, ὅπως
ἀφ’ ἧσπερ ἠοῦς ἐφύγετ’, Αἰγύπτου δ’ ἄπο
ἑπτὰ διοδοιποροῦντες ἡμερῶν ὁδὸν,
πάντες τοσαύτας ἡμέρας ἔτος κάτα
ἄζυμ’ ἔδεσθε, καὶ θεῷ λατρεύσετε,
τὰ πρωτότευκτα ζῷα θύοντες θεῶ,
c
ὅσ’ ἂν τέκωσι παρθένοι πρώτως τέκνα
τἀρσενικὰ, διανοίγοντα μήτρας μητέρων.