“ Περὶ δὲ τοῦ τὸν Μώϋσον ἐκτεθῆναι ὑπὸ τῆς μητρὸς εἰς τὸ ἕλος καὶ ὑπὸ τῆς τοῦ βασιλέως
θυγατρὸς ἀναιρεθῆναι καὶ τραφῆναι ἱστορεῖ καὶ Ἐζεκιῆλος ὁ τῶν τραγῳδιῶν ποιητὴς, ἄνωθεν ἀναλαβὼν τὴν ἱστορίαν ἀπὸ τῶν σὺν Ἰακὼβ παραγενομένων εἰς Αἴγυπτον πρὸς Ἰωσήφ. λέγει δὲ οὕτως, τὸν Μώϋσον παρεισάγων λέγοντα
ἀφ’ οὗ δ’ Ἰακὼβ γῆν λιπὼν Χαναναίαν
437
κατῆλθ’ ἔχων Αἴγυπτον ἑπτάκις δέκα
ψυχὰς σὺν αὐτῷ, κἀπεγέννησεν πολὺν
λαὸν κακῶς πράσσοντα καὶ τεθλιμμένον,
ἐς ἄχρι τοῦτον τὸν χρόνον κακούμενον
κακῶν ὐπ’ ἀνδρῶν καὶ δυναστείας χερός.
ἰδὼν γὰρ ἡμῶν γένναν ἅλις ηὐξημένην
δόλον καθ’ ἡμῶν πολὺν ἐμηχανήσατο
βασιλεὺς Φαραὼ, τοὺς μὲν ἐν πλινθεύμασιν
b
οἰκοδομίας τε βάρεσιν αἰκίζων βροτοὺς,
πόλεις τ’ ἐπύργου, σφῶν ἕκατι δυσμόρων.
ἔπειτα κηρύσσει μὲν Ἑβραίων γένει
τἀρσενικὰ ῥίπτειν ποταμὸν ἐς βαθύρροον.
ἐνταῦθα μήτηρ ἡ τεκοῦσ’ ἔκρυπτέ με
τρεῖς μῆνας, ὡς ἔφασκεν. οὐ λαθοῦσα δὲ
c
ὑπεξέθηκε, κόσμον ἀμφιθεῖσά μοι,
παρ’ ἄκρα ποταμοῦ, λάσιον, εἰς ἕλος δασύ.
Μαριὰμ δ’ ἀδελφή μου κατώπτευεν πέλας·
κἄπειτα θυγάτηρ βασιλέως ἅβραις ὁμοῦ
κατῆλθε λουτροῖς χρῶτα φαιδρῦναι νέον·
ἰδοῦσα δ’ εὐθὺς καὶ λαβοῦσ’ ἀνείλετο,
ἔγνω δ’ Ἑβραῖον ὄντα· καὶ λέγει τάδε
d
Μαριὰμ ἀδελφὴ προσδραμοῦσα βασιλίδι,
‘θέλεις τροφόν σοι παιδὶ τῷδ’ εὕρω ταχὺ
ἐκ Ἑβραίων;' ἡ δ’ ἐπέσπευσεν κόρην·
μολοῦσα δ’ εἶπε μητρὶ, καὶ παρῆν ταχὺ
αὐτή τε μήτηρ κἄλαβέν μ’ ἐς ἀγκάλας.
εἶπεν δὲ θυγάτηρ βασιλέως ‘τοῦτον, γύναι,
256
τρόφευε, κἀγὼ μισθὸν ἀποδώσω σέθεν.
ὄνομα δὲ Μωσῆν ὠνόμαζε, τοῦ χάριν
ὑγρὰς ἀνεῖλε ποταμίας ἀπ’ ᾐόνος.
ἐΝὶ δὲ καιρὸς νηπίων παρῆλθέ μοι,
ἦγέν με μήτηρ βασιλίδος πρὸς δώματα,
ἅπαντα μυθεύσασα, καὶ λέξασά μοι
γένος πατρῷον καὶ θεοῦ δωρήματα.
ἕως μὲν οὖν τὸν παιδὸς εἴχομεν χρόνον,
τροφαῖσι βασιλικαῖσι καὶ παιδεύμασιν
b
ἅπανθ’ ὑπισχνεῖθ', ὡς ἀπὸ σπλάγχνων ἑῶν·
ἐπεὶ δὲ πλήρης κόλπος ἡμερῶν παρῆν,
ἐξῆλθον οἴκων βασιλικῶν, πρὸς ἔργα γὰρ
θυμός μ’ ἄνωγε καὶ τέχνασμα βασιλέως·)
ὁρῶ δὲ πρῶτον ἄνδρας ἐν χειρῶν νόμῳ,
τὸν μὲν γεγῶθ' Ἑβραῖον, ὃν δ’ Αἰγύπτιον.
ἰδὼν δ’ ἐρήμους καὶ παρόντα μηδένα
ἐρρυσάμην ἀδελφὸν, ὃν δ’ ἔκτειν’ ἐγὼ,
c
ἔκρυψα δ’ ἄμμῳ τοῦτον, ὥστε μὴ εἰσιδεῖν
ἕτερόν τιν’ ἡμὰς κἀπογυμνῶσαι φόνον.
τῇ ’παύριον δὲ πάλιν ἰδὼν ἄνδρας δύο,
μάλιστα δ’ αὐτοὺς συγγενεῖς, πατουμένους,
λέγω ῾τί τύπτεις ἀσθενέστερον σέθεν;᾿
ὁ δ᾿ εἶπεν ῾ἡμῖν τίς σ᾿ ἀπέστειλεν κριτὴν,
ἢ᾿πιστάτην ἐνταῦθα; μὴ κτενεῖς σύ με,
ὥσπερ τὸν ἐχθὲς ἄνδρα; ῾καὶ δείσας ἐγὼ
ἔλεξα ῾πῶς ἐγένετο συμφανὲς τόδε;᾿
καὶ πάντα βασιλεῖ ταῦτ᾿ ἀπήγγειλεν ταχύ·
ζητεῖ δὲ Φαραὼ τὴν ἐμὴν ψυχὴν λαβεῖν·
d
ἐγὼ δ᾿ ἀκούσας ἐκποδὼν μεθίσταμαι,
καὶ νῦν πλανῶμαι γῆν ἐπ᾿ ἀλλοτέρμονα.
Λιβύη μὲν ἡ γῆ πᾶσα κλῄζεται, ξένε,
οἰκοῦσι δ᾿ αὐτὴν φῦλα παντοίων γενῶν,
Αἰθίοπες ἄνδρες μέλανες· ἄρχων δ᾿ ἐστὶ γῆς
εἷς καὶ τύραννος καὶ στρατηλάτης μόνος.
439
ἄρχει δὲ πόλεως τῆσδε καὶ κρίνει βροτοὺς
ἱερεὺς, ὅς ἐστ᾿ ἐμοῦ τε καὶ τούτων πατήρ.
εἶτα περὶ τοῦ ποτισμοῦ τῶν θρεμμάτων διελθὼν περὶ τοῦ τῆς Σεπφώρας ἐπιβάλλει γάμου, δι᾿ ἀμοιβαίων παρεισάγων τόν τε Χοὺμ καὶ τὴν Σεπφώραν