ἐπὶ τῷ γεγονότι, πάσῃ τιμωρίᾳ καὶ κολάσει καταικίζειν τοὺς Ἰουδαίους. τὸν δὲ Μώϋσον ταῦτα ὁρῶντα ἄλλα τε σημεῖα ποιήσαι καὶ πατάξαντα τὴν γῆν τῇ ῥάβδῳ ζῷόν τι πτηνὸν ἀνεῖναι λυμαίνεσθαι d τοὺς Αἰγυπτίους, πάντα τε ἐξελκωθῆναι τὰ σώματα. τῶν δὲ ἰατρῶν μὴ δυναμένων ἰᾶσθαι τοὺς κάμνοντας, οὕτω πάλιν ἀνέσεως τυχεῖν τοὺς Ἰουδαίους.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.