τὰ Σίκιμα πρὸς Ἑμμὼρ · τὸν δ’ ὑποδέξασθαι αὐτὸν, καὶ μέρος τι τῆς χώραις δοῦναι. καὶ αὐτὸν μὲν τὸν 250 Ἰαχώβ γεωμορεῖν, τοὺς δὲ υἱοὺς αὐτοῦ ἕνδεκα τὸν ἀριθμὸν ὄντας ποιμαίνειν, τὴν δὲ θυγατέρα Δείναν καὶ τὰς γυναῖκας ἐριουργεῖν · καὶ τὴν Δεῖναν παρθένον
θένον οὖσαν εἰς τὰ Σίκιμα ἐλθεῖν πανηγύρεως οὔσης βουλομένην θεάσασθαι τὴν πόλιν· Συχὲμ δὲ τὸν τοῦ Ἑμμὼρ υἱὸν ἰδόντα ἐρασθῆναι αὐτῆς, καὶ ἁρπάσαντα ὡς ἑαυτὸν διακομίσαι καὶ φθεῖραι αὐτήν.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.