καὶ κρόκος καὶ ἡ ἄλλη τῶν ἀνθέων ποικιλία πρὸς ὑγίειαν, οὐ πρὸς ἡδονὴν γέγονεν. ἄπλετοι γὰρ τούτων αἱ δυνάμεις, καὶ καθ᾿ αὑτὰς διὰ τῶν ὀσμῶν ὠφελοῦσιν, εὐωδίας πάντας ἀναπιμπλᾶσαι, καὶ πολὺ μᾶλλον ἐν ταῖς ἰατρικαῖς συνθέσεσι τῶν φαρμάκων.
ἔνια γὰρ ἀναμιχθέντα τὰς ἑαυτῶν δυνάμεις ἀριδηλοτέρας παρέχεται, καθάπερ εἰς ζῴου γένεσιν ἡ ἄρρενος καὶ θήλεος μίξις, ἰδίᾳ ἑκατέρου μὴ πεφυκότος ποιεῖν ἅπερ ἄμφω συνελθόντα.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.