χώρα δ’ ἡ Κυκλώπων, ἐπειδὴ τὸ γένος αὐτῶν ἐστι πλάσμα μύθου, δίχα σποράς καὶ γεωπόνων ἀνδρῶν ἥμερος καρπὸς οὐ φύεται, καθάπερ οὐδ’ ἐκ τοῦ μὴ ὄντος τι γεννᾶται. τῆς ‘Eλλάδος δ’ οὐ κατηγορητέον ὡς λυπρὰς καὶ ἀγόνου· πολὺ γὰρ κἀν ταύτῃ τὸ βαθύγειον.
εἰ δ’ ἡ βάρβαρος διαφέρει ταῖς εὐκαρπίαις, πλεονεκτεῖ μὲν τροφαῖς, ἐλαττοῦται δὲ τοῖς τρεφομένοις, ὧν χάριν αἶ τροφαί μόνη γὰρ ἡ Ἐλλάς 235 ἀψευδῶς ἀνθρωπογονεῖ, φυτὸν οὐράνιον καὶ βλάστημα θεῖον ἠκριβωμένον, λογισμὸν ἀποτίκτουσα οἰκειούμενον 399
ἐπιστήμη. τὸ δ’ αἴτιον· λεπτότητι ἀέρος ἡ διάνοια πέφυκεν ἀκονᾶσθαι.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.