περὶ ἐκείνων διττοὺς λόγους ὡς ἐπ᾿ ὠφελείᾳ τοῦ ἀνθρώπου γεγονότων, οὓς οὐκ ἂν ἐπικρυψαίμην. ἦν δ᾿ ὁ μὲν ἕτερος τοιόσδε· πρὸς πολλὰ τῶν ἰατρικῶν ἔφα- σάν τινες τὰ ἰοβόλα συνεργεῖν καὶ τοὺς μεθοδεὐοντας τὴν τέχνην, εἰς ἃ δεῖ καταχρωμένους αὐτοῖς ἐπιστημόνως, ἀλεξιφαρμάκων εὐπορεῖν, ἐπὶ τῇ τῶν μάλιστα ἐπισφαλῶς ἐχόντων ἀπροσδοκήτῳ σωτηρίᾳ· d καὶ μέχρι νῦν ἔστιν ἰδεῖν τοὺς μὴ ῥᾳθύμως καὶ ἀμελῶς
λῶς ἰατρεύειν ἐπιχειροῦντας ἐν ταῖς συνθέσεσι τῶν φαρμάκων καταχρωμένους ἑκάστοις οὐ παρέργως.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.