d βλάπτει, θαυμαστὸν οὐδέν· βραχὺ γὰρ οὗτοι μέρος, ἡ δ’ ἐπιμέλεια τοῦ παντὸς ἀνθρώπων γένους. ὥσπερ οὖν τὸ ἐν τῷ γυμνασίῳ ἄλειμμα τίθεται μὲν ἐπ’ ὠφελείᾳ, πολλάκις δ’ ὁ γυμνασίαρχος ἕνεκα πολιτικῶν χρειῶν ὥρας τῆς ἐν ἔθει μετέθηκε τὴν τάξιν, δι’ ἧς
ὑστέρησαν ἔνιοι τῶν ἀλειφομένων , οὕτω καὶ ὁ θεὸς, οἷα πόλεως τοῦ παντὸς ἐπιμελούμενος κόσμου, θέρη χειμαίνοντα καὶ χειμῶνας ἐαρίζοντας εἴωθε ποιεῖν ἐπὶ τῂ τοῦ παντὸς ὠφελείᾳ, κἂν εἰ ναύκληροί τινες ἢ γῆς ἐργάται μέλλοιεν ταῖς τούτων ἀνωμαλίαις ξημιοῦσθαι.
μιοῦσθαι.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.