λους, ἀλλὰ φανερὰς ἔδοσαν δίκας, ὧν τὰ πλήθη κα- ταλέγεσθαι περιττὸς πόνος , ἀπόχρη δ’ ἓν ἔργον c παράδειγμα πάντων ἑστάναι. λέγεται τοίνυν ὑπὸ τῶν ἀναγεγραφότων τὸν ἱερὸν πόλεμον τὸν ἐν Φω- κίδι , νόμου κειμένου τὸν ἱερόσυλον κατακρημνίζε-
σθαι ἢ καταποντοῦσθαι ἢ καταπίμπρασθαι , τρεῖς συλήσαντας τὸ ἐν Δελφοῖς ἱερὸν, Φιλόμηλον καὶ Ὀνόμαρχον καὶ Φάϋλλον, διανείμασθαι τὰς τιμωρίας. τὸν μὲν γὰρ διὰ λόφου τραχέος καὶ λιθώδους ῥαγεί- ῥαγείσης πέτρας κατακρημνισθῆναί τε καὶ καταλευσθῆναι ’
τὸν δὲ, ἀφηνιάσαντος τοῦ κομίζοντος ἵππου καὶ μέ- χρι θαλάσσης καταβάντος, ἐπιδραμόντος τοῦ πελά- d γους, εἰς ἀχανῆ βυθὸν αὐτῷ ζῴῳ καταδῦναι· Φάὐ̓λ- λον δὲ φθινάδι νόσῳ (διττὸς γὰρ ὁ περὶ αὐτοῦ λόγος) συντακῆναι, ἢ ἐν τῷ ἐνἈβαις ἱερῷ συνεμ-
πρησθέντα ἀπολέσθαι.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.