καλέσας γὰρ αὐτὸν ἐπὶ λαμπροτάτου καὶ πολυτελεστάτου δείπνου παρασκευὴν, ἐκ μηρίνθου πάνυ λεπτῆς προσέταξεν ἠκονημένον ὑπεραιωρηθῆναι πέλεκυν. ἐπεὶ δὲ κατακλιθεὶς εἶδεν αἰφνίδιον, οὔτ᾿ ἐξαναστῆναι θαρρῶν διὰ τὸν τύραννον, οὔτ᾿ ἀπολαῦσαί
τινος τῶν παρεσκευασμένοιν διὰ δέος οἷός τε ὢν, ἀφθόνων καὶ πλουσίων ἀλογήσας ἡδονῶν, ἀνατείνας τὸν αὐχένα καὶ τὰς ὄψεις ἐκαραδόκει τὸν οἰκεῖον ὄλεθρον.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.