φασιν ὅτι καὶ τὴν θυμηρεστάτην ὕποπτον εἶχε γυναῖκα σημεῖον δέ· τὴν εἰς τὸ δωμάτιον εἴσοδον, δι’ ἧς φοιτήσειν ἔμελλεν ὡς αὐτὸν, ἐκέλευσε στορεσθῆναι σανίσιν, ἔνα μὴ λάθῃ ποτὲ παρεισερπύσασα , ψόφῳ δὲ καὶ κτύπῳ τῆς ἐπιβάσεως προμηνύῃ τὴν ἄφιξιν· εἶτ’
οὐκ ἀνείμονα μόνον, ἀλλὰ καὶ πᾶσι τοῖς μέρεσι γυμνήν, ἃ μὴ θέμις ὑπ’ ἀνδρῶν ὁρᾶσθαι, παρέρχεσθαι· πρὸς δὲ τούτοις τὸ συνεχὲς τοῦ κατὰ τὴν ὁδὸν ἐδάφους εἰς τάφρου γεωργικῆς εὖρος καὶ βάθος διακοπηναι, κατὰ δέος μή τι πρὸς ἐπιβουλὴν ἀφανῶς ἐρικρὐρτηται, b
κρύπτηται , ὅπερ ἢ ἅλμασιν ἢ μακραῖς διαβάσεσιν ἔμελλε διελέγχεσθαι.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.