δὲ λοιμικῆς μᾶλλον, ἢ οὐχ ἧττον, φθοροποιός ἐστιν ἡ κακία. ὡς δ᾿ ὁπόταν ὑετοῦ μὲν ὄντος, ἀνάγκη τὸν σοφὸν, εἰ ἐν ὑπαίθρῳ διάγοι, καταβρέχεσθαι, βορέου δὲ ψυχροῦ καταπνέοντος ῥίγει πιέζε- c σθαι [καὶ ψύχει], θέρους δ᾿ ἀκμάζοντος ἀλεαίνεσθαι,
(ταῖς γὰρ ἐτησίοις τροπαῖς τὰ σώματα συμπάσχειν νόμος φύσεως) τὸν αὐτὸν τρόπον τὸν ἐν τοῖς τοιού- τοῖς χωρίοις ἐνοικοῦντα, ἔνθα φόνοι τελοῦνται καὶ ἄλλων ἔθνεα κηρόν , ἐναλλάττεσθαι τὰς ἀπὸ τῶν τοιούτων τιμὰς ἀναγκαῖον.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.