νῦν θαυμάζομεν εἰ Σωκράτης καὶ ὁ δεῖνα ἢ ὁ δεῖνα 390 τῶν σπουδαίων ἐν πενίᾳ διετέλεσαν, ἄνθρωποι μηδὲν πώποτε τῶν εἰς πορισμὸν ἐπιτηδεύσαντες, ἀλλὰ μηδ᾿ ὅσα ἢ παρὰ φίλων πολυχρημάτων ἢ παρὰ βασιλέων δωρεὰς μεγάλας προτεινόντων [παρῆν] λαβεῖν ἀξιώσαντες,
ἕνεκα τοῦ μόνον ἀγαθὸν καὶ καλὸν τὴν τῆς ἀρετῆς κτῆσιν ἡγεῖσθαι, περὶ ἣν πονούμενοι τῶν ἄλλων ἀγαθῶν πάντων ἠλόγουν;
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.