νόθου παιδείας ἐπεμελήθησαν, οὐδὲ τοὺς ἰατροὺς ἐμιμήσαντο τὸ δοῦλον ψυχῆς σῶμα θεραπεύοντας οἶ τὴν δέσποιναν ἐπιφάσκοντες ἰᾶσθαι. ἐκεῖνοι μὲν γὰρ, ἐπειδάν τις εὐτυχὴς νοσήσῃ, κἂν ὁ μέγας ᾖ βασιλεὺς, πάνθ’ ὑπερβάντες τὰ περίστῳα, τοὺς ἀνδρῶνας, τὰς γυναικωνίτιδας, γραφὰς, ἄργυρον, χρυσὸν , ἄσημον,
ἐπίσημον, ἐκπωμάτων ἢ ὑφασμάτων πλῆθος, τὸν 389 ἄλλον τῶν βασιλέων ἀοίδιμον κόσμον, ἔτι δὲ τὸν οἰκετικὸν ὄχλον, καὶ τὴν φίλων ἢ συγγενῶν, ὑπηκόων τῶν ἐν τέλει θεραπείαν ἄξαντες, τῶν σωματοφυλάκων, ἄχρι τῆς εὐνῆς ἀφικόμενοι, καὶ τῶν περὶ 229
αὐτὸ τὸ σῶμα ἀλογήσαντες, οὔθ’ ὅτι κλῖναι λιθοκόλλητοι καὶ ὁλόχρυσοι θαυμάσαν1ες, οὔθ’ ὅτι ἀσαχνοϋφεῖς ἢ λινορραφούμεναι στρωμναὶ, οὔθ’ ὅτι ἐσθημάτων ἰδέαι διάφοροι· προσέτι δὲ τὰς περὶ αὐτὸν χλαίνας ἀπαμφιάσαντες ἅπτονται χειρῶν καὶ τὰς b
φλέβας προσπιεζοῦντες ἀκριβοῦσι τοὺς παλμοὺς, εἰ σωτήριοι· πολλάκις δὲ καὶ τοὺς χιτωνίσκους ἀναστείλαντες εἰ περιπληθής ἐσθ’ ἡ γαστὴρ ἐξετάξουσιν, εἰ πεπυρωμένος ὁ θώραξ, εἰ ἄτακτα ἡ καρδία πηδᾷ· κἄπειτα τὴν οἰκείαν προσφέρουσι θεραπείαν.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.