ἀταξίας γέμει καὶ φορᾶς ; ἢ μόνος ἀγνοεῖς ὅτι τοῖς μὲν κακίστοις καὶ πονηροτάτοις ἄφθονα ἐπικωμάζει b τὰ ἀγαθὰ, πλοῦτος, εὐδοξία, τιμαὶ παρὰ τοῖς πλήθεσιν· ἡγεμονία πάλιν, ὑγεία, εὐαισθησία, κάλλος, ἰσχὺς, ἀπόλαυσις ἡδονῶν ἀκώλυτος, διά τε παρασκευῶν
περιουσίαν καὶ διὰ τὴν εἰρηνικωτάτην σώματος εὐμοιρίαν; οἱ δὲ φρονήσεως καὶ ἀρετῆς ἁπάσης ἐρασταί τε καὶ ἀσκηταὶ πάντες εἰσὶν, ὀλίγου δέω φάναι, πένητες, ἀφανεῖς, ἄδοξοι, ταπεινοί;’’
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.