b διδασκαλίας αὐτῶν μαθήματα, τῇ πατρίῳ αὐτῶν φωνῇ ἐξ αἰῶνος μακροῦ κεκαλυμμένα ‚ ἤδη ποτὲ εἰς πάντα τὰ ἔθνη, οἷς τὶ τῆς θεογνωσίας ἔμελλε προξενεῖσθαι, παρελθεῖν · θεὸς αὐτὸς ὁ τῶνδε τῶν ἀγα- θῶν αἴτιος, προλαβὼν τὸ μέλλον ὡς ἂν θεὸς τῇ
προγνώσει, τὰς περὶ τοῦ πάντων ἀνθρώπων οὐκ εἰς μακρὸν ἀναφανησομένου σωτῆρος ‚ διδασκάλου τε εὐσεβείας ἑνὸς τοῦ ἐπὶ πάντων θεοῦ πᾶσι τοῖς ὑφ’ ἥλιον ἔθνεσι καταστησομένου ‚ προρρήσεις ἀποκαλυφθῆναι τοῖς πᾶσιν εἰς φῶς τε ἐλθεῖν ἐπ’ ἀκριβὲς
μεταβληθείσας δημοσίαις τε βιβλιοθήκαις ἀνατεθείσας c διοικεῖται ‚ βασιλεῖ Πτολεμαίῳ τοῦτο πρᾶξαι κατὰ νοῦν ἐμβαλὼν, εἰς προπαρασκευὴν, ὡς ἔοικε, τῆς τῶν ἐθνῶν ἁπάντων ὅσον οὔπω μελλούσης ἐξ αὐτῶν ἔσεσθαι μεταλήψεως.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.