θεῖον τῆς τε ἄλλης τοῦ βίου εὐσεβείας καὶ φιλοσοφίας τῆς τε περὶ αὐτὸ θεραπείας τοὺς ἄνδρας, ἤδη καὶ θειοτέρων χρησμῶν θεοφανειῶν τε αὐτοὺς καὶ ἀγγελικῶν ὀπτασιῶν ἠξίου, τὰ ἐνδέοντα τῇ θνητῇ φύσει ταῖς τῶν πρακτέων ὑποθήκαις ἐπιδιορθούμενον,
δογμάτων τε καὶ μαθημάτων αὐτοῖς θεοπρεπῶν τὴν γνῶσιν ἀποκαλύπτον, ὡς μηκέτι συλλογισμοῖς, μηδὲ εἰκασίαις, ἐκλάμψει δὲ αὐτῆς ἀληθείας φωτίζεσθαι τὰς διανοίας αὐτῶν, ὥστε ἤδη θεοφορουμένους τὴν τῶν μέλλοντων ἔσεσθαι ὡς παρόντων ἐπιθεωρεῖν
κατάληψιν, καὶ τὰ καθόλου συμβησόμενα τῷ τῶν ἀνθρώπων γένει θεσπίζειν.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.